|
Synesius @ Amazon / Greek Fonts / More Greek Resources
Page 9 / 11
16 Ἀλλ’ ἤδη γάρ τι καὶ περὶ τῆς τέχνης ῥητέον, ὡς ἂν παραγένοιτο. ἄριστον μὲν οὖν οὕτως παρεσκευακέναι τὸ πνεῦμα τὸ θεῖον, ὡς ἐφορείας ἀξιοῦσθαι νοῦ καὶ θεοῦ, ἀλλὰ μὴ δεξαμενὴν εἶναι τῶν ἀορίστων εἰδώλων. τροφὴ δὲ ἀρίστη διά τε φιλοσοφίας γαλήνην ἐμποιούσης παθῶν, ὑφ’ ὧν κινηθέντων τὸ πνεῦμα, καθάπερ χώρα, καταλαμβάνεται καὶ διὰ μετρίας διαίτης καὶ σώφρονος, ἥκιστα μὲν ἐξοιστρώσης τὸ ζῷον, ἥκιστα δὲ σάλον ἐμποιούσης εἰς τὸ ἔσχατον σῶμα· φθάνοι γὰρ ἂν ὁ κλόνος μέχρι τοῦ πρώτου, τὸ δὲ ἀτρεμές τε δεῖ καὶ ἀκλόνητον εἶναι. ἀλλ’ ἐπειδὴ τοῦτο συνεύξασθαι μὲν ἅπαντι ῥᾴδιον, συγκατεργάσασθαι δὲ ἁπάντων ἀμηχανώτατον, ἡμεῖς δὲ βουλόμεθα μηδενὶ τὸν ὕπνον ἀνόνητον εἶναι, φέρε τινὰ κἂν τοῖς ἀορίστοις ὅρον ζητήσωμεν, τοῦτ’ ἔστι τέχνην περὶ τὰ εἴδωλα συστησώ μεθα. ἔχει δὲ οὕτως· ὥσπερ ἐπὶ τῶν διαποντίων πλεόντων, ὅταν ποτὲ σκοπέλῳ τινὶ προεντύχωσι, κᾆτ’ ἀποβάντες ἴδωσι πόλιν ἀνδρῶν, ὁσάκις ἂν τὸν αὐτὸν σκόπελον ἴδωσι, τὴν αὐτὴν πόλιν σημαίνονται· καὶ ὥσπερ ἐπὶ τῶν στρατηγῶν, οὓς οὐχ ὁρῶντες ἀπὸ τῶν προδρόμων ἴσμεν ὅτι παρέσονται· τῶν γὰρ αὐτῶν φανέντων, ἀεί ποτε παρεγένοντο· οὕτω καὶ τοῖς εἰδώλοις ἑκάστοτε σημαινόμεθα τὴν τῶν ἐσομένων ἐνέργειαν· πρόδρομα γάρ ἐστι ταῦτα τῶν αὐτῶν καὶ ὅμοια τῶν ὁμοίων. ὥσπερ οὖν κυβερνήτου κακία ταὐτοῦ σκοπέλου φανέντος μὴ ἐπιγνῶναι, μηδ’ ἔχειν εἰπεῖν παρ’ ἥντινα γῆν τὸ σκάφος σαλεύει καὶ ὁ τοιοῦτος ἀτέκμαρτα πλεῖ, οὕτως ὁ τὴν αὐτὴν ὄψιν πολλάκις ἰδών, εἰ μὴ κατεσημήνατο τίνος αὐτῷ προφῆτις ἐγένετο πάθους ἢ τύχης ἢ πράξεως, ἀνοήτως χρῆται τῷ βίῳ, καθάπερ ὁ κυβερνήτης ἐκεῖνος τῷ σκάφει. καὶ τὰς διοσημείας προαγορεύομεν ἐν εἰρήνῃ βαθείᾳ τοῦ περιέχοντος, περὶ τὴν σελήνην ἅλως ἰδόντες, ὅτι πολλάκις ἰδόντων οὕτω χειμὼν ἠκολούθησεν, τῇ μὲν ἰῇ ἀνέμοιο γαληναίης τε δοκεύειν, ῥηγνυμένῃ ἀνέμοιο, μαραινομένῃ δὲ γαλήνης. αἱ δύο δ’ ἂν χειμῶνι περιτροχάοιντο σελήνην. μείζονα δ’ ἂν χειμῶνα φέροι τρισέλικτος ἀλωή καὶ μᾶλλον μελανεῦσα καὶ εἰ ῥηγνύατο μᾶλλον. οὕτως ἐπὶ πάντων Ἀριστοτέλης τε καὶ ὁ λόγος φησίν· ἡ μὲν αἴσθησις μνήμην, ἡ δὲ μνήμη πεῖραν, ἡ δὲ πεῖρα τέχνην ἐποίησεν. οὕτω καὶ τὴν ἐπὶ τοὺς ὀνείρους βαδίσωμεν.
17 ῎Ηθροισται μὲν οὖν ἐνίοις ἤδη βιβλία συχνὰ τῆς τοιᾶσδε παρατηρήσεως· ἀλλ’ ἔγωγε αὐτῶν ἁπάντων καταγελῶ καὶ ὀλίγον ὄφελος ἥγημαι. οὐ γὰρ ὥσπερ τὸ σῶμα τὸ ἔσχατον τῶν καθωμιλημένων στοιχείων, ἡ σύνοδος δύναται δέξασθαι τέχνην καθόλου καὶ λόγον τῇ φύσει συμπαρατείνοντα· ὡς γὰρ ἐπὶ πλεῖστον ὑπὸ τῶν αὐτῶν ταὐτὰ πάσχει, μικρᾶς οὔσης ἐν τοῖς ὁμοειδέσι τῆς διαφορᾶς τῆς πρὸς ἄλληλα καὶ τὸ παρὰ φύσιν ἔχον ἐν αὐτοῖς οὐ λανθάνει νοσοῦν, οὐδὲ χρώμεθα τῷ τοιούτῳ γνώμονι· οὐχ οὕτως ἐπὶ τοῦ φανταστικοῦ πνεύματος, ἀλλὰ καὶ τῇ πρώτῃ φύσει διενήνοχεν ἄλλο ἄλλου· ἄλλο γὰρ ἄλλῃ σφαίρᾳ προσήκει τῷ πλείονι τοῦ φυράματος· ἦ μάλα δὴ κεῖναί γε μακάρταται ἔξοχα πασέων ψυχάων ποτὶ γαῖαν ἀπ’ οὐρανόθεν προχέονται· κεῖναι δ’ ὄλβισταί τε καὶ οὐ φατὰ νήματ’ ἔχουσαι, ὅσσαι ἀπ’ αἰγλήεντος, ἄναξ, σέθεν, ἠδὲ καὶ αὐτοῦ ἐκ Διὸς ἐξεγένοντο, μίτου κρατερῆς ὑπ’ ἀνάγκης. καὶ τοῦτ’ ἄρα ἦν, ὅπερ ᾐνίξατο Τίμαιος, διδοὺς ἑκάστῃ ψυχῇ σύννομον ἄστρον. αἱ δὲ καὶ τῆς φύσεως ἐκστᾶσαι, τῷ φιλοχωρῆσαι περὶ τὴν ὕλην, ἡ μὲν ἧττον, ἡ δὲ μᾶλλον, ὡς ἑκάστη ῥοπῆς ἐδυστύχησε, τὸ πνεῦμα ἐμόλυνεν. ἐνοικίζονται δὴ σώμασιν οὕτως ἔχουσαι καὶ γίνεται βίος ὅλος ἐν ἁμαρτίᾳ καὶ νόσῳ τοῦ πνεύματος, αὐτῷ μὲν παρὰ φύσιν διὰ τὴν πρώτην εὐγένειαν· τῷ ζῴῳ δὲ κατὰ φύσιν, ὑπὸ γὰρ οὕτως ἔχοντος ἐψυχώθη· εἰ μὴ καὶ αὐτῷ φύσις ἐστὶν ἡ τάξις, εἰς ἣν ὑφ’ ἑαυτοῦ τάττεται κακίᾳ καὶ ἀρετῇ χρώμενον. οὐδὲν γὰρ οὕτως ὥσπερ πνεῦμα εὐτράπελον. πῶς ἂν οὖν ἐν τοῖς ἀνομοίοις καὶ φύσει καὶ νόμῳ καὶ πάθεσι, ταὐτὰ ἂν ὑπὸ τῶν αὐτῶν ἐμφανίζοιτο; οὐκ ἔστι τοῦτο, οὐδ’ ἂν γένοιτο. πῶς δ’ ἂν γένοιτο τὸ τεθολωμένον ὕδωρ καὶ τὸ διαφανές καὶ τὸ μένον καὶ τὸ κινούμενον ὑπὸ τῆς αὐτῆς μορφῆς ὁμοίως διατεθῆναι; εἰ δὲ καὶ ὁ θολὸς ἄλλος ἐν ἄλλῳ κατὰ διαφορὰς χρωμάτων καὶ αἱ κινήσεις ἐν σχηματισμοῖς πλείοσιν, οὕτως ἂν ἓν μὲν εἴη τῷ γένει τὸ ἁμαρτεῖν τῆς ἀκριβοῦς εἰκόνος. εἰ δ’ ἔστι διάφορον, εἴτ’ οὖν Φημονόη τις, εἴτε τῳ Μελάμπους, εἴτε ἕτερός τις ἀξιώσει καθόλου τι περὶ τῶν τοιούτων ἀφορίζειν καὶ διατάττεσθαι, πυθώμεθα αὐτῶν, εἰ φύσιν ἔχει καὶ τὸ ὀρθὸν καὶ τὸ διάστροφον κάτοπτρον, τό τε ἐξ ἀνομοίων ὑλῶν ὅμοιον ἀποδιδόναι τοῦ δεικνυμένου τὸ εἴδωλον. ἀλλ’ ἐκεῖνοί γε οὐδὲ τὴν ἀρχήν, οἶμαι, πεφιλοσοφήκασί τι περὶ τοῦ πνεύματος. τὸ δὲ οἰκεῖον αὐτῷ ὅπως ποτὲ ἔχον ἁπάντων ἠξίωσαν εἶναι κανόνα καὶ γνώμονα. καὶ ἔγωγε οὐκ ἀναιρῶ τὸ καὶ διὰ πάντων εἶναι τῶν διαφερόντων ἐμφέρειαν, ἀλλὰ τὸ ἀσαφὲς διασπώμενον ἀσαφέστερον γίνεται· ἦν δὲ δήπου καὶ τὴν ἀρχὴν δυσεπίγνωστον τὸ τοῦ προεκθορόντος πράγματος εἴδωλον. ἔτι δὲ χαλεπώτερον ἑλεῖν ἐν ἑκάστῳ τρόπῳ κοινῷ φαντάσματι παραπλήσιον.
Cf.
Pharr, Homer and the study of Greek * Odyssey Complete Text
Iliad Complete Text * Homer Bilingual Anthology and Resources * Livingstone, On the Ancient Greek Literature
More OnLine Resources on Greek History, Places, Texts, Language
Reference address : https://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/synesius-de-insomniis.asp?pg=9