|
Synesius @ Amazon / Greek Fonts / More Greek Resources
Synesius of Cyrene (c.370-c.413) was a philosopher and bishop of Ptolemais. It was in Alexandria, around 405 and recently married, that he wrote his treatise on dreams. He makes it clear that his discussion of dreams is grounded in personal experience. He explains that God reveals itself to rich and poor, men and women, free and slave. The treatise consists of two parts, a philosophical explanation why dreams allow our soul to reach higher spheres, based on a doctrine that is derived from the philosophical school known as Stoa (sections1-7), and a more down-to-earth, and very accessible, account of the way one must investigate one's dreams (section 8-13).
ΠΕΡΙ ΕΝΥΠΝΙΩΝ
ΠΡΟΘΕΩΡΙΑ
Ἀρχαῖον οἶμαι καὶ λίαν Πλατωνικὸν ὑπὸ προσχήματι φαυλοτέρας ὑποθέσεως κρύπτειν τὰ ἐν φιλοσοφίᾳ σπουδαῖα͵ τοῦ μήτε τὰ μόλις εὑρεθέντα πάλιν ἐξ ἀνθρώπων ἀπόλλυσθαι͵ μήτε μολύνεσθαι δήμοις βεβήλοις ἐκκείμενα. τοῦτο τοίνυν ἐζηλώθη μὲν ὅτι μάλιστα τῷ παρόντι συγγράμματι· εἰ δὲ καὶ τούτου τυγχάνει͵ καὶ τὰ ἄλλα περιττῶς εἰς τὸν ἀρχαῖον τρόπον ἐξήσκηται͵ ἐπιγνοῖεν ἂν οἱ μετὰ φιλοσόφου φύσεως αὐτῷ συνεσόμενοι.
ΠΕΡΙ ΕΝΥΠΝΙΩΝ
Εἰ δέ εἰσιν ὕπνοι προφῆται͵ καὶ τὰ ὄναρ θεάματα τοῖς ἀνθρώποις ὀρέγουσι τῶν ὕπαρ ἐσομένων αἰνίγματα͵ σοφοὶ μὲν ἂν εἶεν͵ σαφεῖς δὲ οὐκ ἂν εἶεν͵ ἢ σοφὸν αὐτῶν καὶ τὸ μὴ σαφές· κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν. ἀπόνως μέν γε τῶν μεγίστων τυγχάνειν θεῖόν ἐστιν ἀγαθόν· ἀνθρώποις δὲ οὐκ ἄρα ἀρετῆς μόνον, ἀλλὰ καὶ πάντων καλῶν ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν· μαντεία δὲ ἀγαθῶν ἂν εἴη τὸ μέγιστον· τῷ μὲν γὰρ εἰδέναι καὶ ὅλως τῷ γνωστικῷ τῆς δυνάμεως, θεός τε ἀνθρώπου καὶ ἄνθρωπος διαφέρει θηρίου. ἀλλὰ θεῷ μὲν εἰς τὸ γινώσκειν ἡ φύσις ἀρκεῖ· ἀπὸ δὲ μαντείας ἀνθρώπῳ πολλαπλάσιον παραγίνεται τοῦ τῇ κοινῇ φύσει προσήκοντος. ὁ γὰρ πολὺς τὸ παρὸν μόνον οἶδε, περὶ δὲ τοῦ μήπω γενομένου στοχάζεται· ὁ δὲ Κάλχας εἷς ἄρα ἐν ἐκκλησίᾳ τῶν Πανελλήνων μόνος ἠπίστατο, τά τ΄ ἐόντα, τά τ’ ἐσσόμενα, πρό τ’ ἐόντα καὶ Ὁμήρῳ δὲ ἄρα διὰ τοῦτο τῆς τοῦ Διὸς γνώμης ἐξῆπται τὰ τῶν θεῶν πράγματα, ὅτι πρότερος γεγόνει καὶ πλείονα οἶδεν, αὐτῷ δήπου τῷ πρεσβύτερος εἶναι. καὶ γὰρ τὴν ἡλικίαν εἰς τοῦτο οἶμαι συντείνειν τοῖς ἔπεσιν, ὅτι συμβαίνει διὰ τὸν χρόνον πλείω γινώσκειν, ἐπεὶ τὸ γινώσκειν ἦν ἄρα τὸ τιμιώτατον. εἰ δέ τις ὑφ’ ἑτέρων ἐπῶν ἀναπείθεται τὴν ἡγεμονίαν τοῦ Διὸς χειρῶν ἰσχὺν εἶναι λογίζεσθαι, ὅτι, φησί, βίῃ δ’ ὅγε φέρτερος ἦεν, οὗτος φορτικῶς ὡμίλησε τῇ ποιήσει καὶ ἀνήκοός ἐστι τῆς κατ’ αὐτὴν φιλοσοφίας, τοὺς θεοὺς οὐδὲν ἄλλο ἢ νοῦς λεγούσης. ταύτῃ τοι προσπερονᾷ πάλιν τῷ κατ’ ἀλκὴν περιεῖναι, τὸ καὶ γενεῇ πρότερος, τὸν Δία νοῦν λέγων ἀρχεγονώτερον· νοῦ δὲ ἰσχὺς τί ἂν ἄλλο ἢ φρόνησις εἴη; καὶ ὅστις οὖν θεὸς ὢν ἄρχειν ἀξιοῦται θεῶν, νοῦς ὤν, σοφίας περιουσίᾳ κρατεῖ, ὥστε καὶ τὸ βίῃ δ’ ὅγε φέρτερος εἰς ταὐτὸ ἡμῖν τῷ πλείονα οἶδεν ἀνακάμπτει καὶ περιίσταται. διὰ τοῦτο καὶ ὁ σοφὸς οἰκεῖος θεῷ, ὅτι πειρᾶται σύνεγγυς εἶναι τῇ γνώσει καὶ πραγματεύεται περὶ νόησιν, ᾗ τὸ θεῖον οὐσίωται.
Cf.
Pharr, Homer and the study of Greek * Odyssey Complete Text
Iliad Complete Text * Homer Bilingual Anthology and Resources * Livingstone, On the Ancient Greek Literature
More OnLine Resources on Greek History, Places, Texts, Language
Reference address : https://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/synesius-de-insomniis.asp