Reference address : https://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/synesius-de-insomniis.asp?pg=8

ELPENOR - Home of the Greek Word

Three Millennia of Greek Literature
 

Synesius of Cyrene
Περὶ Ἐνυπνίων (On Dreams) : Patrologia Graeca 66, 1281-1320

Synesius @ Amazon / Greek Fonts / More Greek Resources

ELPENOR EDITIONS IN PRINT

HOMER

PLATO

ARISTOTLE

THE GREEK OLD TESTAMENT (SEPTUAGINT)

THE NEW TESTAMENT

PLOTINUS

DIONYSIUS THE AREOPAGITE

MAXIMUS CONFESSOR

SYMEON THE NEW THEOLOGIAN

CAVAFY

More...


Page 8 / 11

14 Ἅλις ἐγκωμίων καὶ καταβάλωμεν. ἀλλ’ ἦ παρὰ μικρὸν ἀγνωμοσύνης ἑάλωκα· ὅτι μὲν ἀγαθὴ συνεκπλεῦσαί τε καὶ συγκαταμεῖναι καὶ συνεμπορεύσασθαι καὶ συστρατηγῆσαι καὶ πᾶσι πάντα συγκατεργάσασθαι, ταῦθ’ ἃ μικρὸν πρόσθεν εἶπον, τὰ δὲ εἰς αὐτὸν ἐμὲ παρ’ αὐτῆς οὔπω δημοσιεύσας. καίτοι γε οὐδὲν οὕτω συνδιατίθεται τοῖς ἀνθρώποις, ὡς συμφιλοσοφεῖ καὶ πολλὰ τῶν ὕπαρ ἀπόρων, ἐπειδὴ καθεύδοιμεν, τὰ μὲν ὅλα ἔφηνε, τὰ δὲ συνηυπόρησε. γίνεται γάρ τι τοιοῦτον, ὡς νῦν μὲν ἐοικέναι πυνθανομένῳ, νῦν δὲ αὐτὸν εἶναι τὸν ἐξευρίσκοντα καὶ διανοούμενον· ἐμοὶ δὴ θαμὰ καὶ συγγράμματα συνεξείργασται. καὶ γὰρ νοῦν ηὐτρέπισε καὶ λέξιν ἐνήρμοσε καὶ τὸ μὲν διέγραψε, τὸ δὲ ἀντεισήγαγεν. ἤδη δέ ποτε καὶ τὴν ὅλην κατα σκευὴν τῆς γλώττης ὑλομανοῦσάν τε καὶ φλεγμαίνουσαν ὀνομάτων καινότητι, ζήλῳ τῆς ἐκφύλου, τῆς ἀρχαίας Ἀτθίδος, ἡ δὲ διὰ θεοῦ νουθετήσασα, τὸ μέν τι εἰπόντος, τὸ δὲ τί ἐστιν εἰπόντος, τὸ δὲ δείξαντος ὄχθους τινὰς ἀπολεαίνειν ἐμπεφυκότας τῆς γλώττης, ἐπανήγαγέ τε ἐς τὸ σῶφρον καὶ τὸ οἰδοῦν ἐκόλασε. καὶ κυνηγετοῦντί ποτε συνεπαλαμήσατο μηχανὰς ἐπὶ τὰ σὺν τέχνῃ τῶν θηρίων καὶ θέοντα καὶ κρυπτόμενα καὶ ἀπειπόντι δέ ποτε καὶ ἀναζευγνύντι προσεδρείαν ἐπέταξε καὶ τὴν τύχην εἰς κυρίαν ὑπέσχετο, ὥστε ἥδιον θυραυλῆσαι πιστεύσαντα· ἡ δέ, ἐπειδὴ παρῆν, ἡ κυρία καὶ ἡ τύχη παρῆν, ἥ γε ὑπέδειξεν ἐσμοὺς δικτυαλώτων καὶ δοριαλώτων θηρίων. ἐμοὶ μὲν οὖν βίος βιβλία καὶ θήρα, ὅτι μὴ πεπρέσβευκά ποτε. ὡς οὐκ ὤφελον ἀποφράδας ἰδεῖν ἐνιαυτοὺς τρεῖς ἐκ τοῦ βίου. καὶ μέντοι τότε πλεῖστα δὴ καὶ μέγιστα ὠνάμην αὐτῆς. ἐπιβουλάς τε γὰρ ἐπ’ ἐμὲ ψυχοπομπῶν γοήτων ἀκύρους ἐποίησε καὶ φήνασα καὶ ἐξ ἁπασῶν περισώσασα καὶ κοινὰ συνδιῴκησεν, ὥστε ἄριστα ἔχειν ταῖς πόλεσι καὶ ἐς τὴν βασιλέως ὁμιλίαν τῶν πώποτε Ἑλλήνων θαρραλεώτερον παρεστήσατο. ἄλλοις δὲ ἄλλων μέλει· ἡ δὲ πάρεστι πᾶσι δαίμων ἀγαθὸς οὖσα ἑκάστῳ καὶ ἐπιτεχνωμένη τι ταῖς ἐν ἐγρηγορόσι φροντίσιν. οὕτω σοφόν τι χρῆμα ψυχὴ σχολάσασα τοῦ κατακλυσμοῦ τῶν ἀγοραίων αἰσθήσεων ἐπεισαγουσῶν αὐτῇ παντοδαπὸν τὸ ἀλλότριον. ἅ τε γὰρ ἔχει τὰ εἴδη καὶ ὅσα παρὰ νοῦ δέχεται, μόνη γενομένη παρέχει τοῖς ἐστραμμένοις ἐπὶ τὰ εἴσω καὶ τὰ παρὰ τοῦ θείου πορθμεύει. συγγίνεται γὰρ αὐτῇ καὶ θεὸς ἐγκόσμιος οὕτως ἐχούσῃ, τῷ τὴν φύσιν αὐτῆς ὁμόθεν εἶναι.

15 Τὰ μὲν δὴ γένη ταῦτα τῶν ἐνυπνίων θεσπεσιώτερά ἐστι καὶ ἢ πάντως ἢ παρὰ μικρὸν πάντως τρανὰ καὶ σαφῆ καὶ ἥκιστα τέχνης δεόμενα· ἀλλὰ ταῦτα μόνοις ἂν παραγένοιτο τοῖς κατ’ ἀρετὴν ζῶσιν εἴτε φρονήσει πεπορισμένην, εἴτ’ ἔθεσιν ἐγγενομένην. εἰ δέ ποτε καὶ ἄλλῳ τῳ, μόλις μέν, ἀλλὰ γένοιτ’ ἄν· πάντως γε οὐκ ἐπὶ σμικρῷ δή τινι τῶν ἀρίστων γενῶν ἐνύπνιον τῷ τυχόντι παρέσται. τὸ δὲ λοιπὸν καὶ πολὺ καὶ κοινότατον γένος, ἐκεῖνο ἂν εἴη τὸ ᾐνιγμένον καὶ ἐφ’ ὃ δεῖ τὴν τέχνην παρασκευάσασθαι. γένεσίν τε γὰρ ἔσχεν, ὡς οὕτως εἰπεῖν, ἄτοπον καὶ ἀλλόκοτον καὶ ὡς ἐκ τῶν τοιούτων βλαστῆσαν ἀσαφέστατον πρόεισιν. ἔχει γὰρ ὧδε περὶ αὐτοῦ· ὅσα φύσις ἔχει πάντων ὄντων, γενομένων, μελλόντων, ἐπεὶ καὶ τοῦτο τρόπος ὑπάρξεως, εἴδωλα ἀπορρεῖ καὶ τῆς ὑποστάσεως αὐτῶν ἀποπάλλεται. εἰ γὰρ ἕκαστον αἰσθητὸν εἶδός ἐστιν ὕλῃ συνδυασθέν, ἐφωράσαμεν δὲ τῆς ὕλης ἐν τῷ συνθέτῳ τὴν ἐκροήν, ὁ λόγος αἱρεῖ καὶ τὴν τῶν εἰδώλων φύσιν ἐξοχετεύεσθαι, ἵνα κατ’ ἄμφω τὰ μέρη τὴν τοῦ ὄντος ἀξίαν ἀρνήσηται τὰ γινόμενα. τούτων ἁπάντων τῶν ἀπορρεόντων εἰδώλων τὸ φανταστικὸν πνεῦμα κάτοπτρόν ἐστιν ἐμφανέστατον. περινοστοῦντα γὰρ ἄλλως καὶ διολισθαίνοντα στάσεως τῇ τε ἀοριστίᾳ τοῦ εἶναι καὶ τῷ παρὰ μηδενὸς τῶν ὄντων ἐπιγινώσκεσθαι, ἐπειδὰν ἐγκύρσῃ τοῖς ψυχικοῖς πνεύμασιν, εἰδώλοις μὲν οὖσιν, ἕδραν δὲ ἔχουσιν εἰς τὴν φύσιν, τούτοις προσαπερείδονται καὶ ὥσπερ εἰς ἑστίαν αὐτὰ ἀναπαύονται. τῶν μὲν οὖν γενομένων, ἅτε ἤδη παρελθόντων εἰς τὴν τοῦ εἶναι ἐνέργειαν, σαφῆ τὰ εἴδωλα ἀποστέλλεται, μέχρις ἂν ὑπὸ χρόνου πλήθους ἀμενηνὰ καὶ ἐξίτηλα γένηται· τῶν δὲ ὄντων, ἅτε ἑστώτων ἔτι, μᾶλλον ἔμβια καὶ ἀριδηλότερα, ἀοριστότερα δὲ τῶν μελλόντων καὶ ἀδιάκριτα· προκυλινδήματα γάρ ἐστιν οὔπω παρόντων, φύσεως ἀτελοῦς ἐξανθήματα, οἷον ἀποσκιρτῶντα καὶ ἐξαλλόμενα σπερμάτων ἀποκειμένων αἰνίγματα. ταύτῃ καὶ δεῖ τέχνης ἐπὶ μελλόντων· ἐσκιαγραφημένα γὰρ ἐπ’ αὐτοῦ πρόεισιν εἴδωλα καὶ οὐκ ἐμφανεῖς εἰκόνες, ὥσπερ ἀπὸ τῶν ὄντων· θαυμαστά γέ τοι τὴν φύσιν ἐστὶ καὶ οὕτως ἔχοντα, ὅτι ἀπὸ μήπω γενομένων ἐγένετο.

Previous Page / First / Next

Cf. Pharr, Homer and the study of Greek * Odyssey Complete Text
Iliad Complete Text * Homer Bilingual Anthology and Resources * Livingstone, On the Ancient Greek Literature
More OnLine Resources on Greek History, Places, Texts, Language

The Greek Word Library

Three Millennia of Greek Literature


Greek Literature - Ancient, Medieval, Modern

Learned Freeware

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/synesius-de-insomniis.asp?pg=8