Reference address : https://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/synesius-de-insomniis.asp?pg=10

ELPENOR - Home of the Greek Word

Three Millennia of Greek Literature
 

Synesius of Cyrene
Περὶ Ἐνυπνίων (On Dreams) : Patrologia Graeca 66, 1281-1320

Synesius @ Amazon / Greek Fonts / More Greek Resources

ELPENOR EDITIONS IN PRINT

HOMER

PLATO

ARISTOTLE

THE GREEK OLD TESTAMENT (SEPTUAGINT)

THE NEW TESTAMENT

PLOTINUS

DIONYSIUS THE AREOPAGITE

MAXIMUS CONFESSOR

SYMEON THE NEW THEOLOGIAN

CAVAFY

More...


Page 10 / 11

18 Διὰ ταῦτα μὲν ἀπογνωστέον τοῦ κοινοὺς ἅπασι νόμους γενέσθαι· ἑαυτὸν δέ τις ἕκαστος ὕλην ἐχέτω τῆς τέχνης· ἐγγραφέτω τῇ μνήμῃ τίσι καὶ πότε συνηνέχθη πράγμασιν, ἐπὶ ποδαπαῖς ποτε ταῖς ὄψεσιν. οὐ χαλεπῶς ἕξις ἀθροίζεται περὶ τὸ σὺν χρείᾳ τινὶ μελετώμενον· ὑπομιμνήσκει γὰρ τῆς μελέτης ἡ χρεία καὶ μάλιστα ὅταν εὐπορῇ τῆς ὕλης ἑκάστοτε. τί δ’ ἂν ἐνυπνίων γένοιτο ἀφθονώτερον; τί δ’ ἐπαγωγότερον; ἃ καὶ τοὺς ἠλιθίους ἐφέλκεται, περὶ αὐτῶν τι φροντίσαι, ὥστε αἰσχρὸν ἂν εἴη τοὺς τὰ δέκα ἀφ’ ἥβης γεγονότας ἑτέρου μάντεως ἔτι προσδεῖσθαι, ἀλλὰ μὴ παρ’ ἑαυτῶν συνενηνοχέναι τῆς τέχνης πάμπολλα θεωρήματα. σοφὸν δ’ ἂν εἴη καὶ γράφειν τά τε ὕπαρ καὶ ὄναρ ὁράματα καὶ συμπτώματα, εἰ μὴ πρὸς τὸ καινὸν τῆς ἐπινοίας ὁ τῆς πόλεως τρόπος ἀγροικιεῖται. ἐπεὶ ἡμεῖς ἀξιώσομεν ταῖς καλουμέναις ἐφημερίσι τὰς ὑφ’ ἡμῶν ὀνομαζομένας ἐπινυκτίδας συνάπτοντας ἔχειν τῆς ἐν ἑκατέρᾳ ζωῇ διεξαγωγῆς ὑπομνήματα· ζωὴν γάρ τινα τὴν κατὰ φαντασίαν ὁ λόγος ἐτίθετο, νῦν μὲν βελτίω, νῦν δὲ χείρω τῆς μέσης, ὡς ἂν ὑγιείας ἔχῃ τὸ πνεῦμα καὶ νόσου. οὕτως οὖν εἰς τὴν παρατήρησίν τι προὔργου ποιοῖμεν, ὑφ’ ἧς ἡ τέχνη συναύξεται, οὐδενὸς ἡμῖν ἐκ τῆς μνήμης διολισθαίνοντος καὶ τὰ ἄλλα ἀστεία τις ἂν εἴη ψυχαγωγία, ἱστορίᾳ τιμᾶν ἑαυτὸν ἐγρηγορότα τε καὶ καθεύδοντα. ἀλλὰ καὶ οἷς ἐπιμελές ἐστι τῆς γλώττης, οὐκ οἶδ’ εἴ τις ὑπόθεσις ἀντὶ ταύτης ἑτέρα παντοδαπὸν ἂν γύμνασμα γένοιτο τῆς ἐν τῷ λέγειν δυνάμεως. εἰ γὰρ τὰς ἐφημερίδας ὁ Λήμνιος σοφιστὴς ἀγαθὰς εἴναι διδασκάλους φησὶ τοῦ περὶ ἅπαντος εὖ εἰπεῖν τῷ μηδὲ τῶν μειόνων ὑπερορᾶν, ἀλλ’ ἀνάγκην εἶναι διὰ πάντων ἰέναι φαύλων τε καὶ σπουδαίων, πῶς οὐκ ἄξιον ἄγεσθαι τὰς ἐπινυκτίδας εἰς ἑρμηνείας ὑπόθεσιν; ἴδοι δ’ ἄν τις ὅσον τὸ ἔργον, ἐπιχειρήσας συμπαρατείνειν τὸν λόγον τοῖς φάσμασιν, ὑφ’ ὧν χωρίζεται μὲν τὰ φύσει συνόντα, συνάγεται δὲ τὰ φύσει κεχωρισμένα καὶ δεῖ τῷ λόγῳ τὸν μὴ πεφαντασμένον φαντάσαι.

19 Ἀλλ’ οὔ τί γε φαῦλον τὸ ἔργον, ἐν τῇ ψυχῇ γενόμενον ἀλλόκοτον κίνημα διαβιβάζειν ἐφ’ ἕτερον. ὅταν δὲ τῇ φαντασίᾳ ἐξωθῆται μὲν τοῦ εἶναι τὰ ὄντα, ἀντεισάγηται δὲ εἰς τὸ εἶναι τὰ μηδαμῆ μηδαμῶς μήτε ὄντα μήτε φύσιν ἔχοντα εἶναι, τίς μηχανὴ τοῖς οἴκοθεν ἀνεννοήτοις παραστῆσαι φύσιν ἀκατονόμαστον; ἡ δὲ ταῦτ’ οὔτε εἴδη πολλὰ καὶ ἅμα πάντα, οὐδὲ σὺν χρόνῳ φέρουσα δείκνυσι· καὶ μέντοι ταῦτα ὡς ἂν ἔχῃ τε καὶ ὀρέγῃ τὸ ἐνύπνιον. οἰόμεθα γὰρ ἅπαν ὅ τι ἂν βούληται· ἐν οἷς ἅπασι καὶ τὸ διαγενέσθαι μὴ λίαν ἀσχημονοῦντα, τελειοτάτης ἂν εἴη ῥητορικῆς. νεανιεύεται δὲ ἡμῶν καὶ κατ’ αὐτῆς ἤδη τῆς γνώμης, ἐνδιδοῦσά τι πλέον τοῦ οἴεσθαι· οὐδὲ γὰρ οὐδὲ ἀπαθῶς διακείμεθα περὶ τὰ θεάματα, ἀλλ’ ἰσχυραὶ μὲν αἱ συγκαταθέσεις τε καὶ προσπάθειαι, ἀποστυγοῦμεν δὲ οὐχ ἥκιστα καὶ αἱ συχναὶ περὶ ταῦτα μαγγανεῖαι καθεύδουσιν ἐπιτίθενται· ἥ τε ἡδονὴ τότε δὴ καὶ μάλιστα μειλιχώτατον, ὡς ἐναπομόργνυσθαι ταῖς ψυχαῖς μίση καὶ ἔρωτας εἰς τὴν ὕπαρ ζωήν. εἰ δή τις μέλλοι μὴ ἄψυχα φθέγγεσθαι, ἀλλ’ ὅτου χάριν ἐσπουδάσθη ὁ λόγος ἐπιτελεῖν, ἐν ταὐτῷ πάθει καὶ ταῖς αὐταῖς ὑπολήψεσι καθιστάναι τὸν ἀκουστήν, κινουμένων ἂν δέοιτο τῶν ῥημάτων. ἤδη δέ τις ἅμα καὶ νικᾷ καὶ βαδίζει καὶ ἵπταται καὶ χωρεῖ πάντα ἡ φαντασία· πῶς δ’ ἂν λέξις χωρήσειε; καὶ καθεύδει τις ὄναρ καὶ ὄναρ ὁρᾷ καὶ διανέστη καθεύδων, ὡς οἴεται καὶ τὸν ὕπνον ἀπετινάξατο κείμενος καὶ φιλοσοφεῖ τι περὶ τοῦ φανέντος ὀνείρου, καθὰ οἶδε καὶ τοῦτο ὄνειρος, ἀλλ’ ἐκεῖνο διπλοῦς· εἶτ’ ἀπιστεῖ καὶ οἴεται τὸ παρὸν ὕπαρ εἶναι καὶ ζῆν τὰ φαινόμενα. ἐντεῦθεν ἀνὰ κράτος ἡ μάχη καὶ ὀνειρώττει τις ἀγῶνα πρὸς αὑτὸν, ἀπολιπεῖν τε καὶ διεγείρεσθαι καὶ πεῖραν λαβεῖν ἑαυτοῦ καὶ τὴν ἀπάτην φωρᾶσαι. οἱ μὲν οὖν Ἀλωάδαι κολάζονται τὰ Θετταλῶν ὄρη τοῖς θεοῖς ἐπιτειχίζοντες· καθεύδοντι δὲ οὐδεὶς Ἀδραστείας νόμος ἐμποδών, τὸ μὴ οὐκ ἀπᾶραι τῆς γῆς εὐτυχέστερον Ἰκάρου καὶ ὑπερπτῆναι μὲν ἀετούς, ὑπεράνω δὲ καὶ αὐτῶν γενέσθαι τῶν ἀνωτάτω σφαιρῶν. καὶ τὴν γῆν τις ἀποσκοπεῖται πόρρωθεν καὶ οὐδ’ ὁρωμένην τῇ σελήνῃ σημαίνεται. ἔξεστι δὲ καὶ ἄστρασι διαλέγεσθαι καὶ τοῖς ἀφανέσιν ἐν κόσμῳ συνεῖναι θεοῖς. τό γέ τοι χαλεπὸν λεγόμενον, τότε ῥᾴδιον γίνεται, θεοὶ φαίνονται ἐναργεῖς· οὐδὲ τούτων μέντοι φθόνος οὐδὲ εἷς. μετὰ γὰρ μικρὸν ἐπὶ γῆς οὐδὲ ἦλθεν, ἀλλ’ ἔστιν. οὐδὲν γὰρ οὕτως ἐνυπνίων, ὡς τὸ κλέψαι τοὒν μέσῳ καὶ μὴ σὺν χρόνῳ ποιῆσαι· εἶτα προβατίοις τε διαλέγεται καὶ τὴν βληχὴν ἡγεῖται φωνήν καὶ λεγόντων ξυνίησιν. οὕτω μὲν καινόν, οὕτω δὲ πολὺ τὸ πλάτος τῶν ὑποθέσεων, εἴ τις αὐταῖς ἐπαφιέναι τοὺς λόγους θαρσήσειεν. ἐγὼ μὲν γὰρ οἶμαι καὶ τοὺς μύθους ἐξουσίαν παρὰ τῶν ἐνυπνίων λαβεῖν, οἷς καὶ ταὼς καὶ ἀλώπηξ καὶ θάλαττα φθέγγονται. ὀλίγα ταῦτα πρὸς τὴν αὐτονομίαν τῶν ὕπνων. ἀλλὰ καίπερ ἐλαχίστη μερὶς τῶν ἐνυπνίων ὄντες οἱ μῦθοι, ὅμως ὑπὸ τῶν σοφιστῶν ἠγαπήθησαν εἰς παρασκευὴν ἑρμηνείας. καίτοιγε οἷς ἀρχὴ τῆς τέχνης ὁ μῦθος, πρέπον ἂν γένοιτο τέλος ἐνύπνιον· καὶ πρόσεστι τὸ μὴ μάτην ἠσκηκέναι τὴν γλῶτταν, ὥσπερ ἐπὶ τῶν μύθων, ἀλλ’ εἶναι καὶ γνώμῃ σοφώτερον.

Previous Page / First / Next

Cf. Pharr, Homer and the study of Greek * Odyssey Complete Text
Iliad Complete Text * Homer Bilingual Anthology and Resources * Livingstone, On the Ancient Greek Literature
More OnLine Resources on Greek History, Places, Texts, Language

The Greek Word Library

Three Millennia of Greek Literature


Greek Literature - Ancient, Medieval, Modern

Learned Freeware

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/synesius-de-insomniis.asp?pg=10