|
Synesius @ Amazon / Greek Fonts / More Greek Resources
Page 7 / 11
12 Οὕτως αἰτήσομεν ὄνειρον, ὥσπερ ἴσως Ὅμηρος ᾔτησεν. κἂν ἐπιτήδειος ᾖς, πάρεστιν ὁ πόρρω θεὸς ὅτε γε καὶ μηδὲ ταῦτα πραγματευσαμένων ἑκάστοτε παραγίνεται μόνον καταδαρθοῦσι· καὶ τοῦτ’ ἔστιν ἡ πᾶσα πραγματεία τῆς τελετῆς, δι’ ἣν οὐδείς πω πενίαν ὠδύρατο, ὡς ταύτῃ μειονεκτῶν τοῦ πλουσίου. ἔνιαι γέ τοι τῶν πόλεων τοὺς ἱεροφάντας, ὥσπερ Ἀθηναῖοι τοὺς τριηράρχους, ἀπὸ τῶν μεγίστων τιμημάτων αἱροῦνται. καὶ δεῖ δαπάνης συχνῆς καὶ τύχης οὐχ ἥκιστα συγκομίσαι Κρῆσσαν βοτάνην καὶ πτερὸν Αἰγύπτιον καὶ ὀστέον Ἰβηρικόν καὶ νὴ Δί’ εἴ τι τεράστιον γῆς ἢ θαλάσσης ἐν παραβύστῳ φύεταί τε καὶ τρέφεται ἠμὲν δυσομέμου Ὑπερίονος ἠδ’ ἀνιόντος. λέγεται γάρ τοι καὶ ταῦτα καὶ πολλὰ τοιαῦτα περὶ τῶν τεχνευόντων τὴν θύραθεν μαντικήν, πρὸς ἃ τίς ἂν ἰδιώτης ἀπὸ τῶν ὑπαρχόντων ἀρκέσειεν; ἐνύπνιον δὲ ὁρᾷ μὲν ὁ πεντακοσιομέδιμνος, ὁρᾷ δὲ ὁ τριακοσιομέδιμνος· ἀλλὰ καὶ ὁ ζευγίτης οὐδὲν ἧττον, ὁ τὴν ἐσχατιὰν ἀπεργαζόμενος ὥστε ἀποζῆν· ἀλλὰ καὶ ὁ πρόσκωπος καὶ ὁ θὴς ὁμοίως, ὅ τε ἰσοτελὴς καὶ ὁ τιθεὶς τὸ μετοίκιον. διαφέρει δὲ οὐδὲν τῷ θεῷ, τίς ὁ Ἐτεοβουτάδης καὶ τίς ὁ Μανῆς ὁ νεώνητος· καὶ τὸ δημοτικὸν αὐτῆς μάλα φιλάνθρωπον καὶ τὸ λιτὸν καὶ τὸ αὐτόσκευον μάλα φιλόσοφον καὶ τὸ μὴ βίαιον εὐσεβές καὶ τὸ πανταχοῦ παρεῖναι καὶ μὴ καταλαβεῖν ὕδωρ ἢ πέτραν ἢ χάσμα γῆς, τοῦτο μέντοι γε θεοειδέστατον· τὸ δὲ μήτε πρὸς μίαν πρᾶξιν ἀσχόλους ἡμᾶς διὰ τὴν τοιάνδε μαντικὴν γίνεσθαι, μηδὲ ἀφαιρεῖσθαι καιρὸν ὑπ’ αὐτῆς, τοῦτο καὶ πρῶτον ἄξιον ἦν εἰρῆσθαι. οὐδεὶς γὰρ ἀπολιπών τι τῶν προὔργου καὶ ἐν χερσὶν ᾤχετο καθευδήσων οἴκαδε, συγκείμενον αὐτῷ πρὸς ἐνύπνιον· ἀλλ’ ὁ χρόνος, ὃν ἀνάγκη τῷ ζῴῳ δαπανᾶν εἰς τὴν φύσιν, οὐκ ἀρκούσης ἡμῖν τῆς οὐσίας εἰς ἐνέργειαν ἐγρηγόρσεως, οὗτος ἥκει κομίζων ἀνθρώποις τοῦτο δὴ τὸ λεγόμενον, ἔργου μεῖζον τὸ πάρεργον, ἐπισυντιθεὶς τὸ αἱρετὸν τῷ ἀναγκαίῳ καὶ τὸ εὖ εἶναι τῷ εἶναι. ἀλλ’ αἵ γε προγνώσεις αἱ διὰ τῶν ποικίλων ὀργάνων παραγινόμεναι, ἀγαπητὸν εἰ τὴν πλείω μερίδα τοῦ βίου νειμάμεναι, παραχωρήσειάν τι ταῖς λοιπαῖς ἁπάσαις καὶ χρείαις καὶ πράξεσιν. ὧν εἰ πάνυ πρός τινι γένοιο, χαλεπῶς ἂν εἰς αὐτὴν ὑπὸ τῆς μαντικῆς ὠφελοῖο· οὔτε γὰρ καιροῦ παντός, οὔτε τόπου παντὸς δέξασθαι κατασκευὴν τελετῆς, οὔτε πᾶσα εὐμάρεια συμπεριφέρειν τὰ ἐπ’ αὐτὴν ὄργανα. ἵνα γὰρ ἄλλο μηδέν, ἀλλ’ ἐφ’ οἷς πρώην ἐστενοχωρήθη τὰ κολαστήρια, ἀπήνης ἐστὶν ἢ νεὼς κοίλης φορτία, μεθ’ ὧν ἄλλα μέρη τῆς τελετῆς ἀπογραφεῖς ἄνδρες καὶ μάρτυρες. οὕτω γὰρ εἰπεῖν ἀληθέστερον, τοῦ καθ’ ἡμᾶς χρόνου πολλὰ διὰ τῶν ὑπηρετησάντων τοῖς νόμοις καταμηνύσαντος, ὑφ’ ὧν ἐξαγορευθέντα δήμου βεβήλου γέγονε θεάματά τε καὶ ἀκροάματα. πρὸς οὖν τῷ σχέτλιον εἶναι συγκύπτειν εἰς τὰ τοιάδε, ὡς ἔγωγε πείθομαι καὶ ἀπηχθημένον θεῷ· τὸ γὰρ μὴ ἐθελοντὴν περιμένειν ὁντινοῦν, ἀλλ’ ὠθισμῷ καὶ μοχλείᾳ κινεῖν, ὅμοιόν ἐστι βιαζομένοις, ὃ μηδ’ ἐπ’ ἀνθρώπων γενόμενον ὁ νομοθέτης εἴασεν ἀτιμώρητον. πρὸς οὖν ἅπασι τούτοις, ἅπερ ἐστὶ χαλεπά, τοῖς οὕτω μετιοῦσι τὸ μέλλον ὑπάρχει καὶ τὸ διακόπτεσθαι τὴν ἐνέργειαν καὶ ὑπερορίοις ἰοῦσιν, ὥσπερ ἀπολείπειν τὴν τέχνην. ἔργον γὰρ οὐ μικρὸν ἁπανταχοῦ βαδίζοντας σκευαγωγεῖν τὰ ἐπὶ ταύτην ἐφόδια. ἀλλὰ τῆς γε δι’ ὀνείρων μαντικῆς αὐτός τίς ἐστιν ἕκαστος ὅργανον· ὥστε οὐδὲ βουλομένοις ἔξεστιν ἀπολιπεῖν τὸ χρηστήριον· ἀλλὰ καὶ μένοντι συνοικουρεῖ καὶ ἀποδημοῦντι συμπεριέρχεται καὶ συστρατεύεται καὶ συμπολιτεύεται καὶ συγγεωργεῖ καὶ συνεμπορεύεται. ταύτην οὐδὲ οἱ νόμοι τῆς βασκάνου πολιτείας κωλύουσιν, οὐδ’ ἄν, εἰ βούλοιντο, δύναιντο· κατὰ γὰρ τῶν χρωμένων οὐκ ἔχουσιν ἔλεγχον. τί δ’ ἂν καὶ ἀδικοῖμεν καθεύδοντες; οὐδ’ ἂν διατάξαιτο τύραννος ὀνείρων ἀθεάμονας εἶναι, οὐκ εἰ μή γε καὶ τὸ καθεύδειν ἐκ τῆς ἀρχομένης ἀποκηρύξειεν. ἀλλὰ τοῦτο ἀνοήτου μέν ἐστιν, οἷς ἀδύνατα βούλεται· ἀσεβοῦς δέ, οἷς ἐναντία νομοθετεῖ τῇ τε φύσει καὶ τῷ θεῷ.
13 Ἰτητέον οὖν ἐπ’ αὐτὴν καὶ γυναικὶ καὶ ἀνδρί καὶ πρεσβύτῃ καὶ νέῳ καὶ πένητι καὶ πλουσίῳ καὶ ἰδιώτῃ καὶ ἄρχοντι καὶ ἀστικῷ καὶ ἀγροδιαίτῳ καὶ βαναύσῳ καὶ ῥήτορι. οὐ γένος, οὐχ ἡλικίαν, οὐ τύχην, οὐ τέχνην ἀποκηρύττει. πᾶσι πανταχοῦ πάρεστι, προφῆτις ἕτοιμος, ἀγαθὴ σύμβουλος, ἐχέμυθος. αὕτη μυσταγωγός τε καὶ μύστις, εὐαγγελίσασθαι μὲν ἀγαθόν, ὥστε μακροτέραν ποιῆσαι τὴν ἡδονὴν προαρπάσαντα τὴν ἀπόλαυσιν, καταμηνύσαι δὲ τὸ χεῖρον, ὥστε φυλάξασθαι καὶ προαποκρούσασθαι. καὶ γὰρ ὅσα ἐλπίδες, αἳ τὸ ἀνθρώπων βόσκουσι γένος, ὀρέγουσι χρηστά τε καὶ μείλιχα καὶ ὅσα φόβος ἔχει προμηθῆ τε καὶ ὀνήσιμα, πάντα τοῖς ὀνείροις ἔνι καὶ ὑπ’ οὐδενὸς οὕτως ἐλπίζειν ἀναπειθόμεθα. καίτοι τὸ χρῆμα τῶν ἐλπίδων οὕτως ἐστὶν ἐν τῇ φύσει πολὺ καὶ σωτήριον, ὥστε φασὶν οἱ κομψοὶ σοφισταὶ μηδ’ ἂν ἐθελῆσαι ζῆν τοὺς ἀνθρώπους ἔχοντας ὡς ἐγένοντο τὴν ἀρχήν. ἀπαγορεύειν γὰρ ὑπὸ τῶν περικεχυμένων τὸν βίον δεινῶν, εἰ μὴ τὰς ἐλπίδας αὐτοῖς ἐνέχεεν εἰς τὴν φύσιν ὁ Προμηθεύς, διαμονῆς φάρμακον, ὑφ’ ὧν παραγόμενοι πιστότερον ἥγηνται τοῦ φαινομένου τὸ προσδοκώμενον· αἱ δὲ τοσαύτην ἔχουσι τὴν ἰσχύν, ὥστε ὁ δεδεμένος ἐν πέδαις, ὅταν ἐφῇ τῷ βουλομένῳ τῆς γνώμης ἐλπίσαι καὶ λέλυται καὶ στρατεύεται καὶ αὐτίκα διμοιρίτης ἐστί καὶ μετὰ μικρὸν λοχαγός, ἔπειτα στρατηγός καὶ νικᾷ καὶ θύει καὶ στεφανηφορεῖ καὶ παρατίθεται τράπεζαν, εἰ μὲν βούλοιτο, Σικελικήν, εἰ δὲ βούλοιτο, Μηδικήν. καὶ μέντοι τοῖν ποδοῖν ἐπιλήσμων ἐστίν, ἕως εἶναι βούλεται στρατηγός. καίτοι πᾶν τοῦτο ὕπαρ ἐστὶν ὀνειρώττοντος καὶ ἐγρηγορότος ἐνύπνιον· περὶ γὰρ ταὐτὸν ὑποκείμενον ἄμφω συνίστανται, τὴν φανταστικὴν φύσιν, ἣν ὅταν μὲν ἡμεῖς εἰδωλοποιεῖν ἐθελήσωμεν, ἓν τοῦτο παρέχεται χρήσιμον· ἐπαλείφει τὸν βίον ἡμῶν εὐθυμίᾳ καὶ κολακεύουσα τὴν ψυχὴν ταῖς πεπλανημέναις ἐλπίσιν, ἀναλαμβάνει τῶν δυσχερῶν τῆς αἰσθήσεως· ὅταν δὲ αὐτεπίτακτος ἡμῖν ἐλπίδα προβάληται· τοῦτο δὲ γίνεται καθευδόντων· ἐνέχυρον ἔχομεν τοῦ θεοῦ τὴν τῶν ὕπνων ὑπόσχεσιν· ὥστε ἤδη τις εὐτρεπίσας τὴν γνώμην εἰς τὸ χρήσασθαι μείζοσι πράγμασιν, ἃ προὔτεινεν αὐτῷ τὸ ἐνύπνιον, διττὸν ἠνέγκατο κέρδος, τό τε ἡσθῆναι πρὸ τῶν πραγμάτων καὶ τὸ παραγενομένοις ἐπισταμένως χρήσασθαι τῷ πάλαι προεσκέφθαι περὶ αὐτῶν, ὡς προσηκόντων αὐτοῦ τῷ βίῳ. ὥστε ἣν ὕμνησε τὴν ἐλπίδα ὁ Πίνδαρος περὶ ἀνδρὸς λέγων εὐδαίμονος, ὅτι ἄρα αὐτῷ γλυκεῖα καρδίαν ἀτάλλοισα κουροτρόφος συναορεῖ ἐλπίς, ἃ μάλιστα θνατῶν πολύστροφον γνώμαν κυβερνᾷ, φαίη τις ἂν οὐ περὶ τῆς ὕπαρ λέγεσθαι, τῆς ἀπατηλῆς, ἣν ἡμεῖς ἑαυτοῖς διαπλάττομεν. ἀλλ’ ὅλον τοῦτο μικροῦ μέρους ἐνυπνίων ἔπαινος εἴρηται τῷ Πινδάρῳ. ἡ περὶ τοὺς ὀνείρους οὖν μαντική, σὺν τέχνῃ μετιοῦσα τὸ πεφηνός, βεβαιοτέραν τὴν ἐλπίδα παρέχεται, ὥστε μὴ τοῦ φαυλοτέρου γένους δοκεῖν. ἡ δὲ Ὁμήρου Πηνελόπη, διττὰς ὑποτίθεται πύλας ὀνείρων καὶ ποιεῖ τοὺς ἡμίσεις ἀπατηλούς, ὅτι σοφὴ τὰ περὶ ὀνείρων οὐκ ἦν· εἰ γὰρ ἠπίστατο τέχνην ἐπ’ αὐτούς, πάντας ἂν διὰ τῶν κεράτων παρήνεγκεν. πεποίηται γοῦν ἐξελεγχομένη καὶ ἀμαθίαν ὀφλισκάνουσα περὶ αὐτὴν δήπου τὴν ὄψιν, ᾗ μὴ δέον ἠπίστησε· χῆνες μὲν μνηστῆρες· ἐγὼ δέ τοι αἰετὸς ὄρνις, εἴμ’ Ὀδυσσεύς. ὁ δὲ ἦν ὁμωρόφιος καὶ πρὸς ὃν ἠδολέσχει διὰ τῆς ὄψεως. δοκῶ μοι διὰ τῶν τοιούτων ἀκούειν Ὁμήρου λέγοντος, ὡς οὐκ ἄξιον ἀπογινώσκειν [οὔτε] ὀνείρων, οὐδὲ τὴν ἀσθένειαν τῶν χρωμένων ἐπὶ τὴν φύσιν μετατιθέναι τῶν ὁρωμένων. παρ’ ὃ μηδὲ Ἀγαμέμνων δίκαιός ἐστιν ἐγκαλεῖν ἀπάτην ὀνείρων, κακῶς ὑπολαβὼν περὶ τῆς νίκης τῆς μαντευτῆς· θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν. πρόεισιν οὖν ὡς αὐτοβοεὶ τὴν πόλιν αἱρήσων, ὅτι τοῦ πανσυδίῃ παρήκουσεν, ὅ φησιν, εἰ πρὸς ἕνα τὸ Ἑλληνικὸν ἐξοπλίσειεν· τῷ δ’ Ἀχιλλεύς τε καὶ ἡ Μυρμιδόνων φάλαγξ ἀπόμαχος ἦν, τὸ εὐψυχότατον τοῦ στρατεύματος.
Cf.
Pharr, Homer and the study of Greek * Odyssey Complete Text
Iliad Complete Text * Homer Bilingual Anthology and Resources * Livingstone, On the Ancient Greek Literature
More OnLine Resources on Greek History, Places, Texts, Language
Reference address : https://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/synesius-de-insomniis.asp?pg=7