Reference address : https://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/synesius-de-insomniis.asp?pg=6

ELPENOR - Home of the Greek Word

Three Millennia of Greek Literature
 

Synesius of Cyrene
Περὶ Ἐνυπνίων (On Dreams) : Patrologia Graeca 66, 1281-1320

Synesius @ Amazon / Greek Fonts / More Greek Resources

ELPENOR EDITIONS IN PRINT

HOMER

PLATO

ARISTOTLE

THE GREEK OLD TESTAMENT (SEPTUAGINT)

THE NEW TESTAMENT

PLOTINUS

DIONYSIUS THE AREOPAGITE

MAXIMUS CONFESSOR

SYMEON THE NEW THEOLOGIAN

CAVAFY

More...


Page 6 / 11

10 Ἀλλὰ περὶ μὲν τῆς ἐκ τῶν στοιχείων μοίρας ταῦτα εἰρῆσθαι καὶ ἀπιστεῖν ἔξεστι καὶ πιστεύειν. τὴν δὲ ἐκεῖθεν ἥκουσαν σωματικὴν οὐσίαν, οὐδεμία μηχανὴ κατὰ φύσιν ἀνιούσης ψυχῆς μὴ οὐ συνεξᾶραι τοῦ πτώματος ἀναστᾶσαν καὶ ταῖς σφαίραις ἐναρμοσθῆναι, τοῦτ’ ἔστιν εἰς τὴν οἰκείαν φύσιν ὥσπερ ἀναχυθῆναι. ἔσχαται μὲν οὖν αὗται δύο λήξεις, ἡ μὲν ἀμφικνεφής, ἡ δὲ ἀμφιφαὴς οὖσα, εὐμοιρίας τε καὶ κακοδαιμονίας τὰ ἄκρα νειμάμεναι. πόσας δὲ οἴει μεταξὺ χώρας ἐν τῷ κύτει τοῦ κόσμου, ἑτεροφαεῖς τε καὶ ἑτεροκνεφεῖς, ἐν αἷς ἁπάσαις δίαιταν ἔχει ψυχὴ μετὰ τοῦδε τοῦ πνεύματος, ἤθη τε καὶ εἴδη καὶ βίους ἀμείβουσα; ἀναδραμοῦσα μὲν οὖν ἐπὶ τὴν οἰκείαν εὐγένειαν, ἀληθείας ἐστὶ ταμιεῖον· καθαρὰ γάρ ἐστι καὶ διαφανὴς καὶ ἀκήρατος, θεὸς οὖσα καὶ προφῆτις, εἰ βούλοιτο· καταπεσοῦσα δέ, ἀχλυοῦται καὶ ἀοριστεῖ καὶ ψεύδεται· τὸ γὰρ ὁμιχλῶδες τοῦ πνεύματος οὐ χωρεῖ τὴν τῶν ὄντων ἐνέργειαν. μεταξὺ δὲ οὖσα, τῶν μὲν ἂν ἁμάρτοι, τῶν δὲ τυγχάνοι. γνωματεύσαις ἂν οὕτω καὶ δαιμονίαν φύσιν ἐν ᾕτινι τάξει. τὸ γὰρ ἢ πάντως ἢ παρὰ μικρὸν ἀληθίζεσθαι θεῖόν ἐστιν ἢ πέλας τοῦ θείου. τὸ δέ γε πλάνον ἐν ταῖς προρρήσεσιν ἀληκτόν ἐστι τῶν ἀλινδουμένων εἰς ὕλην, ἐμπαθὲς καὶ φιλότιμον. ταύτῃ γὰρ ὑποδύεται τὸ σίραιον ἀεὶ καὶ θεὸν καὶ πρεσβύτερον δαίμονα καὶ ἐνάλλεται καὶ καταλαμβάνει τὴν εὐτρεπισθεῖσαν χώραν τῇ φύσει τῇ μείζονι. ἐν ἀνθρώπῳ τε οὔσης ψυχῆς τάξιν ἂν ἐνθένδε φωράσαιμεν. ὅτῳ τὸ φανταστικὸν πνεῦμα καθαρὸν καὶ εὐόριστον καὶ ὕπαρ καὶ ὄναρ ἀληθῆ τῶν ὄντων ἐκμαγεῖα δεχόμενον, οὗτος ἂν ὑπόσχεσιν ἔχοι, τό γε ἐπὶ τῷ τῆς ψυχῆς σχήματι, βελτίονος λήξεως. οὐχ ἥκιστα δὲ ἀπὸ τῶν φαντασμάτων, ἃ προβάλλει καὶ περὶ ἃ καταγίνεται, ὅτε μὴ ἔξωθεν ὑφ’ ἑτέρου κινεῖται, ἐν ὁποίᾳ διαθέσει τυγχάνει τὸ ψυχικὸν πνεῦμα θηρῶμεν, χορηγούσης φιλοσοφίας εἰς τοῦτο κριτήρια, ὡς καὶ δεῖ τρέφειν αὐτὸ καὶ συνεπιμελεῖσθαι μήτοι ποτὲ πλανηθῆναι. τροφὴ δὲ ἀρίστη κατὰ τὴν ἐπιβλητικὴν δύναμιν ἐνεργεῖν καὶ καθάπαξ νοερὰν εἶναι τὴν προβολὴν τῆς ζωῆς, ὅση δύναμις, τὰς τῶν ἀτόπων καὶ προπετῶν φαντασμάτων ὁρμὰς προλαμβάνοντας· τοῦτο γάρ ἐστι πρὸς τὸ κρεῖττον ἐστράφθαι καὶ ἄσχετον εἶναι τοῦ χείρονος, ὅσα ἀναγκαῖα μόνον προσομιλοῦντα. νοερὰ δ’ ἐπιβολὴ χρῆμα τῶν συνισταμένων ἐπὶ τὸ πνεῦμα τμητικώτατον· λεπτύνει γὰρ ἀρρήτως αὐτὸ καὶ πρὸς θεὸν ἀνατείνει. τὸ δὲ γενόμενον ἐπιτήδειον ἕλκει τῇ συγγενείᾳ πνεῦμα θεῖον εἰς ὁμιλίαν ψυχῆς, ὥσπερ ὅταν ὑπὸ πάχους συνειληθῇ καὶ γένηται μεῖον ἢ ὥστε πληρῶσαι τὰς ἀποδειχθείσας αὐτῷ χώρας ὑπὸ τῆς διαπλασάσης προνοίας ἄνθρωπον· αἱ δέ εἰσιν ἐγκεφάλου κοιλίαι· τότε τῆς φύσεως οὐκ ἀνεχομένης ἐν τοῖς οὖσι κενοῦ, πονηρὸν πνεῦμα εἰσκρίνεται. καὶ τί οὐκ ἂν πάθοι γενομένη συνέστιος ἀποτροπαίῳ κακῷ; τὰς γὰρ ἐπ’ αὐτῷ τούτῳ γενομένας τοῦ πνεύματος εἶναι χώρας, φύσις ἐστὶν ἢ χείρονος ἢ βελτίονος εἶναι πλήρεις. ἀλλὰ τοῦτο μὲν ἀθέων δίκη τῶν μολυνάντων τὸ ἐν αὐτοῖς θεῖον· ἐκεῖνο δὲ τέλος εὐσεβείας, ἢ ὅ τι ἀγχοῦ τοῦ τέλους.

11 Ἡμεῖς μὲν οὖν περὶ τῆς δι’ ὀνείρων μαντικῆς λέγειν ἐπιβαλλόμενοι, ὡς ἂν μὴ ἀτιμάζοιεν αὐτήν, ἀλλ’ ἐπιτηδεύοιεν οἱ ἄνθρωποι χρείαν τῷ βίῳ παρέχουσαν, ἐπὶ τούτῳ τὴν φανταστικὴν φύσιν περιειργάσμεθα. ἐκ δὲ τοῦ λόγου τὸ μὲν ἐνθάδε χρειῶδες ἔλαττον ἀναπέφηνεν. καρπὸς δὲ ἀμείνων ὑγιοῦς πνεύματος ἀναγωγὴ ψυχῆς, ἱερὸν ὄντως κέρδος· ὥστε καὶ μελέτη τις εὐσεβείας ἐστὶ πειρᾶσθαι μαντικὸν ἡμῖν αὐτὸ εἶναι. καί τινες ἤδη διὰ τὸ τοιοῦτο λιχνείᾳ δελεασθέντες προγνώσεως, τράπεζάν τε ἀπὸ φλεγμαινούσης ἱερὰν καὶ ἄτυφον προὔθεντο καὶ κοίτην ἠσπάσαντο καθαρὰν καὶ ἀμόλυντον. ὁ γὰρ ὅσα τῷ Πυθοῖ τρίποδι τῇ κλίνῃ χρησάμενος, πολλοῦ δεῖ μάρτυρας ἀκολασίας τὰς ἐν αὐτῇ νύκτας ποιήσασθαι· ὁ δὲ καὶ προσεκύνησε θεὸν καὶ προσηύξατο. γίνεται δὲ πολὺ τὸ κατὰ μικρὸν συντιθέμενον καὶ τὸ δι’ ἄλλο γινόμενον εἰς μεῖζον ἀπετελεύτησεν, ἐρασθῆναι θεοῦ προιόντας καὶ συναφθῆναί ποτε τοὺς οὐκ ἐπὶ τοῦτο τὰ πρῶτα ὁρμήσαντας. οὔκουν ἄξιον ἀμελεῖν μαντικῆς, ὁδοιπορούσης ἐπὶ τὰ θεῖα καὶ παρυφιστάμενον ἐχούσης τῶν ἐν ἀνθρώπου δυνάμει τὸ τιμιώτατον. οὐδὲ γὰρ διὰ τοῦτο ἐλάττων ἡ τῇδε χρεία τῆς συνημμένης ψυχῆς τῷ θεῷ, ὅτι τῆς ἐπαφῆς τῶν κρειττόνων ἠξίωται· οὔτε γὰρ ἀνεπίστρεπτός ἐστι τοῦ ζῴου καὶ ἐκ περιωπῆς ἐπισκοπεῖται τὰ κάτω πολύ που τρανότερον ἢ μετ’ αὐτῶν οὖσα καὶ συμπεφυρμένη τοῖς χείροσιν, ὥστε μένουσα ἀτρεμὴς δώσει τῷ ζῴῳ τὰ τῶν γινομένων ἰνδάλματα. καὶ τοῦτ’ ἔστι τὸ λεγόμενον, κατιόντα μὴ κατιέναι, ὅταν ἀσχέτως ὁ κρείττων ἐπιμελῆται τοῦ χείρονος. ταύτην ἐγὼ τὴν μαντικὴν ἐμαυτῷ τε ἀξιῶ παρεῖναι καὶ παισὶ καταλιπεῖν, ἐφ’ ἣν οὐ δεῖ βαδίζειν συσκευασαμένους ὁδὸν μακρὰν ἢ πλοῦν ὑπερόριον, ὥσπερ Πυθῶδε καὶ ἐς Ἄμμωνος, ἀλλ’ ἀρκεῖ καταδαρθεῖν χεῖρα νιψάμενόν τε καὶ εὐφημήσαντα· ἡ δ’ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ’ ἑλοῦσα, εὔχετ’ Ἀθηναίῃ.

Previous Page / First / Next

Cf. Pharr, Homer and the study of Greek * Odyssey Complete Text
Iliad Complete Text * Homer Bilingual Anthology and Resources * Livingstone, On the Ancient Greek Literature
More OnLine Resources on Greek History, Places, Texts, Language

The Greek Word Library

Three Millennia of Greek Literature


Greek Literature - Ancient, Medieval, Modern

Learned Freeware

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/synesius-de-insomniis.asp?pg=6