Reference address : https://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/synesius-de-insomniis.asp?pg=5

ELPENOR - Home of the Greek Word

Three Millennia of Greek Literature
 

Synesius of Cyrene
Περὶ Ἐνυπνίων (On Dreams) : Patrologia Graeca 66, 1281-1320

Synesius @ Amazon / Greek Fonts / More Greek Resources

ELPENOR EDITIONS IN PRINT

HOMER

PLATO

ARISTOTLE

THE GREEK OLD TESTAMENT (SEPTUAGINT)

THE NEW TESTAMENT

PLOTINUS

DIONYSIUS THE AREOPAGITE

MAXIMUS CONFESSOR

SYMEON THE NEW THEOLOGIAN

CAVAFY

More...


Page 5 / 11

8 Εἰ δὲ ἓν ἐξ ἀμφοῖν τῷ συνδυασμῷ γίνεται καὶ ὁ νοῦς ἂν ἐμβαπτισθείη τῷ ἥδεσθαι. καίτοι τοῦτο κακῶν ἂν εἴη τὸ ἔσχατον, μηδ’ ἐπαΐειν κακοῦ παρόντος· τοῦτο γάρ ἐστι μηδ’ ἀναδῦναι ζητούντων, ὥσπερ ὁ σκίρρος τῷ μηκέτι λυπεῖν οὐδὲ ὑπομιμνήσκει τοῦ σῴζεσθαι· καὶ διὰ τοῦτο ἀναγωγὸν ἡ μετάνοια. ὁ γὰρ τὰ ἐν οἷς ἐστι δυσχεραίνων, φυγὴν μηχανᾶται· καὶ καθαρμοῦ τὸ μέγιστον μέρος ἡ βούλησις· ταύτῃ γὰρ ὀρέγει χεῖρα τὰ δρώμενά τε καὶ τὰ λεγόμενα· ἀπούσης δὲ ἄψυχος ἅπασα καθαρτικὴ τελετή, κολοβὸς οὖσα τοῦ μεγίστου συνθήματος. καὶ διὰ τοῦτο τῇδέ τε κἀκεῖ χρείαν τὴν μεγίστην τε καὶ ἀρίστην τῇ τάξει τῶν ὄντων αἱ κρίσεις παρέχονται, τὸ λυπηρὸν ἀντεισάγουσαι καὶ τῆς ἐμπλήκτου χαρᾶς τὴν ψυχὴν ἐκκαθαίρουσαι· αἵ τε παρ’ ἀξίαν καλούμεναι συμφοραὶ μέγα μέρος συμβάλλονται πρὸς τὸ λῦσαι τὴν σχέσιν, ἣν ἔχομεν πρὸς τὰ τῇδε. καὶ ἡ πρώτη πρόνοια διὰ τούτων εἰσάγεται τοῖς ἔχουσι νοῦν, δι’ ὧν τοῖς οὐκ ἔχουσιν ἀπιστεῖται. ὡς οὐκ ἔστιν ὅπως ποτ’ ἂν ἀποστραφείη τὴν ὕλην ψυχὴ μηδενὶ κακῷ περὶ τὰ τῇδε προσκόπτουσα. διὸ τὰς πολυθρυλήτους εὐτυχίας οἴεσθαι δεῖ λόχον ἐπὶ ψυχὰς ἐξευρῆσθαι τοῖς ἐφόροις τῶν κάτω. ὥσθ’ ὅτι μὲν ἂν ἐξελθούσαις γένοιτο πόμα λήθαιον, ἄλλος εἰπάτω· εἰσελθούσῃ δὲ εἰς τὸν βίον ψυχῇ λήθαιον ὀρέγεται πόμα τὸ τῇδε ἡδὺ καὶ μειλίχιον. θῆσσα γὰρ κατιοῦσα τὸν πρῶτον βίον ἐθελοντὴς ἀντὶ τοῦ θητεῦσαι δουλεύει· ἀλλὰ ἐκεῖνο μὲν ἦν λειτουργίαν τινὰ ἐκπλῆσαι τῇ φύσει τοῦ κόσμου, θεσμῶν Ἀδραστείας ἐπιταττόντων. γοητευθεῖσα δὲ ὑπὸ τῶν δώρων τῆς ὕλης, πάθος πέπονθε παραπλήσιον ἐλευθέροις ἐπὶ συγκείμενον χρόνον μεμισθωμένοις, οἳ κάλλει θεραπαίνης ἐνσχεθέντες μένειν ἐθέλουσι, τῷ κυρίῳ τῆς ἐρωμένης δουλεύειν ὁμολογήσαντες. καὶ ἡμεῖς ἐοίκαμεν, ὅταν ποτ’ ἀπὸ βαθείας τῆς γνώμης ἡσθῶμεν ἐπί τῳ τῶν περὶ σῶμά τε καὶ θυραίων, ἀγαθῶν εἶναι δοκούντων, ὁμολογεῖν τῇ φύσει τῆς ὕλης, ὅτι καλή· ἡ δὲ τὴν συγκατάθεσιν ἡμῶν γραμματεῖον ἀπόρρητον δέχεται, κἂν ἀποχωρῆσαι ὡς ἐλεύθεροι βουλευσώμεθα, φυγάδας εἶναί φησι καὶ ἐπανάγειν πειρᾶται καὶ ὡς δραπετευόντων ἀντιλαμβάνεται, τὸ γραμματεῖον ἐπαναγινώσκουσα. τότε δὴ καὶ μάλιστα ῥώμης τε δεῖ τῇ ψυχῇ καὶ ἀρωγοῦ τοῦ θεοῦ· ὡς οὐ φαῦλος ἀγὼν ὁμολογίαν ἑαυτοῦ παραγράψασθαι, τυχὸν δὲ καὶ βιάσασθαι. ποιναί τε γὰρ ὑλαῖαι τότε δὴ καὶ παρ’ εἱμαρμένην κινοῦνται κατὰ τῶν ἀφηνιασάντων πρὸς τοὺς νόμους αὐτῆς· καὶ τοῦτο ἄρα αἱ καλούμεναι πεῖραι, ἃς Ἡρακλέα τε ἀνατλῆναί φασιν ἱεροὶ λόγοι καὶ εἰ δή τις ἕτερος ἐλευθερίᾳ κατὰ τὸ καρτερὸν ἐπε χείρησε, μέχρις ἂν ἐκεῖ τὸ πνεῦμα διαβιβάσωσιν, οὗ μὴ φθάνωσιν αἱ χεῖρες τῆς φύσεως. εἰ δὲ ἐντὸς ὅρων τὸ ἅλμα γένοιτο, κατασπᾶται καὶ δεῖ βαρυτέρων ἀγώνων· ἀφειδεῖ γὰρ ὡς ἀλλοτρίων ἤδη· κἂν ἀπογνῷ τῆς ἀνόδου, δίκας αἰτεῖ τῆς ἐπιχειρήσεως καὶ προβάλλει βίους οὐκ ἀπ’ ἀμ φοῖν ἔτι τῶν πίθων, οὓς Ὅμηρος ἀπορρήτως αἰνίττεται μερίδας εἶναι δύο τῆς ὕλης· καὶ ὁ Ζεὺς αὐτῷ κατ’ ἐκεῖνο τῶν ἐπῶν θεὸς ὑλάρχιός ἐστι, τοῦ διττοῦ τῆς εἱμαρμένης διανομεύς, παρ’ οὗ τὸ μὲν ἀγαθὸν οὐδέποτε ἀνεπίμικτον, ἤδη δέ τις ἀκράτου μετέσχε τοῦ χείρονος. ὅλως δὲ οἱ βίοι πάντες ἐν πλάνῃ, τῇ μὴ μετὰ τὴν πρώτην κάθοδον ἀναδραμούσῃ.

9 Θέα δὴ πόσῳ τῷ μέσῳ τὸ πνεῦμα τοῦτο ἐμπολιτεύεται. ῥεψάσης μὲν κάτω ψυχῆς, ἔλεγεν ὁ λόγος, ὅτι ἐβαρύνθη τε καὶ ἔδυ, μέχρις ἐγκύρσῃ τῷ μελαναυγεῖ καὶ ἀμφικνεφεῖ χώρῳ· ἀνιούσῃ δὲ συνέπεται μέχρις οὗ δύναμις ἕπεσθαι· δύναται δὲ μέχρις ἂν εἰς πλεῖστον τὸ ἀντικείμενον ἥκῃ. ἄκουε γὰρ καὶ περὶ τούτου τῶν λογίων λεγόντων· οὐδὲ τὸ τῆς ὕλης κρημνῷ σκύβαλον καταλείψει, ἀλλὰ καὶ εἰδώλῳ μερὶς εἰς τόπον ἀμφιφάοντα· οὗτος δὲ ἀντίθεσιν ἔχει πρὸς τὸν ἀμφικνεφῆ. καίτοι τι καὶ πλέον τις ἂν ἐν τούτοις ὀξυωπήσειεν· οὐ γὰρ μόνην εἰς τὰς σφαίρας ἀνάγειν ἔοικε τὴν ἐκεῖθεν ἥκουσαν φύσιν, ἀλλὰ εἴ τι καὶ τῆς πυρὸς καὶ τῆς ἀέρος ἀκρότητος εἰς τὴν εἰδωλικὴν φύσιν ἔσπασε κατιοῦσα, πρὶν τὸ γήινον ἀμφιέσασθαι κέλυφος καὶ τοῦτο, φησί, τῇ κρείττονι μερίδι συναναπέμπει· ὕλης γὰρ σκύβαλον οὐκ ἂν εἴη τὸ θεσπέσιον σῶμα. καὶ λόγον δ’ ἂν ἔχοι τὰ κοινωνήσαντα φύσεως καὶ εἰς ἓν συντελέσαντα μήτοι παντάπασιν ἄσχετα εἶναι καὶ μάλιστα οἷς ἐκ γειτόνων ἡ χώρα, καθάπερ πῦρ ἐφεξῆς ἐστι τῷ κύκλῳ σώματι καὶ οὐχ ὥσπερ γῆ τῶν ὄντων τὸ ἔσχατον. εἰ δὲ τὰ κρείττω τοῖς χείροσιν εἴξαντα τῆς κοινωνίας ἀπέλαυσε καὶ συνετέλεσεν εἰς ἰλὺν σῶμα ἀκήρατον, ὥσπερ ἰδιοποιηθὲν ὑπὸ τοῦ παραχωρηθέντως ἐν τῇ συνόδῳ κρατεῖν, τάχ’ ἂν καὶ τὰ χείρω μὴ ἀντιτείναντα πρὸς τὴν ἐνέργειαν τῆς ψυχῆς, ἀλλ’ εὐήνια καὶ καταπειθῆ, αὐτά τε ὁμαρτήσαντα καὶ τὴν μέσην φύσιν ἀπερίσπαστον παρασχόμενα τῇ τῆς πρώτης ἡγεμονίᾳ, συνεξαιθεροῖτο ἂν καὶ συναναπέμποιτο, εἰ μὴ μέχρι παντός, ἀλλά τοι διαβαίνοι τὴν τῶν στοιχείων ἀκρότητα καὶ γεύσαιτ’ ἂν τοῦ ἀμφιφαοῦς· ἔχει γάρ τινα, φησίν, ἐν αὐτῷ μερίδα, τοῦτ’ ἔστιν ἐν τάξει τινὶ τοῦ κυκλικοῦ γίνεται.

Previous Page / First / Next

Cf. Pharr, Homer and the study of Greek * Odyssey Complete Text
Iliad Complete Text * Homer Bilingual Anthology and Resources * Livingstone, On the Ancient Greek Literature
More OnLine Resources on Greek History, Places, Texts, Language

The Greek Word Library

Three Millennia of Greek Literature


Greek Literature - Ancient, Medieval, Modern

Learned Freeware

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/synesius-de-insomniis.asp?pg=5