Reference address : https://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/synesius-de-insomniis.asp?pg=4

ELPENOR - Home of the Greek Word

Three Millennia of Greek Literature
 

Synesius of Cyrene
Περὶ Ἐνυπνίων (On Dreams) : Patrologia Graeca 66, 1281-1320

Synesius @ Amazon / Greek Fonts / More Greek Resources

ELPENOR EDITIONS IN PRINT

HOMER

PLATO

ARISTOTLE

THE GREEK OLD TESTAMENT (SEPTUAGINT)

THE NEW TESTAMENT

PLOTINUS

DIONYSIUS THE AREOPAGITE

MAXIMUS CONFESSOR

SYMEON THE NEW THEOLOGIAN

CAVAFY

More...


Page 4 / 11

6 Εἰ δὲ τὰς σωματικὰς αἰσθήσεις διὰ τὸ γινώσκειν τιμῶντες, ὅτι μάλιστα ἴσμεν ἃ τεθεάμεθα, φαντασίαν ἀποσκορακίζοιμεν ὡς ἀπιστοτέραν αἰσθήσεως, ἐοίκαμεν ἐπιλαθομένοις, ὅτι μηδὲ ὀφθαλμὸς ἅπαντα ἀληθῆ δείκνυσιν, ἀλλ’ ὁ μὲν οὐδὲ δείκνυσιν, ὁ δὲ ψεύδεται καὶ παρὰ τὴν φύσιν τῶν ὁρωμένων καὶ δι’ ὧν ὁρᾶται. ταῖς γὰρ ἀποστάσεσιν ἐλάττω καὶ μείζω ταῦτα καὶ τὰ καθ’ ὕδατος μείζω· ἡ δὲ κώπη κεκλασμένη προσπίπτει· καὶ παρὰ τὴν ἀδυναμίαν τὴν αὑτοῦ αὐτὸ τὸ ὄμμα· λημῶν γὰρ συγκεχυμένα καὶ ἀδιάκριτα δείκνυσι. καὶ ὅστις οὖν τὸ φανταστικὸν πνεῦμα νοσεῖ, μὴ ἀπαιτείτω σαφῆ μηδὲ εἰλικρινῆ τὰ θεάματα· ἥτις δὲ αὐτοῦ νόσος καὶ οἷς λημᾷ καὶ παχύνεται καὶ οἷς καθαίρεται καὶ ἀπειλικρινεῖται καὶ εἰς τὴν φύσιν ἐπάνεισι, τῆς ἀπορρήτου φιλοσοφίας πυνθάνου, ὑφ’ ἧς καὶ καθαιρόμενον διὰ τελετῶν, ἔνθεον γίνεται. αἵ τε εἰσκρίσεις πρὶν τὸν θεὸν ἐπεισαγαγεῖν τὸ φανταστικόν, ἐκθέουσι. καὶ ὅστις αὐτὸ διὰ τοῦ κατὰ φύσιν βίου τηρεῖ καθαρόν, ἑτοίμῳ χρῆται, ὡς ταύτῃ πάλιν εἶναι κοινότατον· ἐπαΐει γὰρ τὸ πνεῦμα τοῦτο τῆς ψυχικῆς διαθέσεως καὶ οὐκ ἀσύμπαθές ἐστι καθ’ αὑτό, καθάπερ τὸ ὀστρεῶδες περίβλημα. ἐκεῖνο μὲν γὰρ καὶ ἀντίθεσιν ἔχει πρὸς τὰς ἀμείνους τῆς ψυχῆς διαθέσεις. ἀλλά τοι τὸ πρῶτον αὐτῆς καὶ ἴδιον ὄχημα, ἀγαθυνομένης μὲν λεπτύνεται καὶ ἀπαιθεροῦται, κακυνομένης δὲ παχύνεται καὶ γεοῦται. ὅλως γὰρ τοῦτο μεταίχμιόν ἐστιν ἀλογίας καὶ λόγου καὶ ἀσωμάτου καὶ σώματος καὶ κοινὸς ὅρος ἀμφοῖν· καὶ διὰ τούτου τὰ θεῖα τοῖς ἐσχάτοις συγγίνεται. ταύτῃ καὶ χαλεπόν ἐστιν αἱρεθῆναι διὰ φιλοσοφίας τὴν φύσιν αὐτοῦ. ἐρανίζεται γάρ τι προσῆκον ὡς ἐκ γειτόνων ἀφ’ ἑκατέρου τῶν ἄκρων καὶ φαντάζεται μιᾷ φύσει τὰ τοσοῦτον ἀπῳκισμένα.

7 Τό γέ τοι πλάτος τῆς φανταστικῆς οὐσίας ἐξέχεεν ἡ φύσις εἰς πολλὰς μοίρας τῶν ὄντων. καταβαίνει γέ τοι μέχρι ζῴων, οἷς οὐκέτι πάρεστι νοῦς, οὐδέ ἐστιν ὄχημα τότε θειοτέρας ψυχῆς, ἀλλ’ αὐτὴ ταῖς ὑποκειμέναις δυνάμεσιν ἐποχεῖται, αὐτὴ λόγος οὖσα τοῦ ζῴου καὶ πολλὰ κατ’ αὐτὴν φρονεῖ τε καὶ πράττει δεόντως. καθαίρεταί γέ τοι καὶ ἐν ἀλόγοις, ὡς εἰσφρεῖσθαί τι κρεῖττον· γένη τε ὅλα δαιμόνων οὐσίωται τῇ τοιαύτῃ ζωῇ· ἐκεῖνα μὲν γὰρ καθ’ ὅλον αὑτῶν τὸ εἶναι, εἰδωλικά τε ὄντα καὶ τοῖς γινομένοις ἐμφανταζόμενα, ἀνθρώπῳ δὲ τὰ πολλὰ καθ’ αὑτὴν καὶ μόνην, ἢ μεθ’ ἑτέρου πλείονα. τὰς γὰρ νοήσεις οὐκ ἀφαντάστους ποιούμεθα, πλὴν εἰ δή τις ἐν ἀκαρεῖ ποτε ἐπαφὴν ἔσχεν εἴδους ἀύλου· τὸ δὲ ὑπερκύψαι φαντασίαν χαλεπὸν οὐχ ἧττον ἢ εὔδαιμον· νοῦς γάρ, φησί καὶ φρόνησις ἀγαπητὸν ὅτῳ καὶ εἰς γῆρας ἀφίκοιντο, τὴν ἀφάνταστον λέγων· ὡς ἥ γε προβεβλημένη ζωὴ φαντασίας ἐστὶν ἢ νοῦ φαντασίᾳ χρωμένου. τό γέ τοι πνεῦμα τοῦτο τὸ ψυχικόν, ὃ καὶ πνευματικὴν ψυχὴν προσηγόρευσαν οἱ εὐδαίμονες καὶ θεὸς καὶ δαίμων παντοδαπὸς καὶ εἴδωλον γίνεται καὶ τὰς ποινὰς ἐν τούτῳ τίνει ψυχή· χρησμοί τε γὰρ ὁμοφωνοῦσι περὶ αὐτοῦ, ταῖς ὄναρ φαντασίαις τὴν ἐκεῖ διεξαγωγὴν τῆς ψυχῆς προσεικάζοντες καὶ φιλοσοφία συντίθεται παρασκευὰς εἶναι δευτέρων βίων τοὺς πρώτους, τῆς τε ἀρίστης ἕξεως ἐν ψυχαῖς ἐλαφριζούσης αὐτὸ καὶ ἐναπομοργνυμένης κηλῖδα τῆς χείρονος. ὁλκαῖς οὖν φυσικαῖς ἢ μετέωρον αἴρεται διὰ θερμότητα καὶ ξηρότητα· καὶ τοῦτο ἄρα ἡ ψυχῆς πτέρωσις (τό τε αὔη [ξηρὴ] ψυχὴ σοφή, πρὸς οὐδὲν ἄλλο τῷ Ἡρακλείτῳ τεῖνον εὑρίσκομεν)· ἢ παχὺ καὶ ὑγρὸν γινόμενον τοῖς χηραμοῖς τῆς γῆς ἐνδύεται, ῥοπῇ φυσικῇ φωλεῦον καὶ ὠθούμενον εἰς τὴν κατάγαιον χώραν· τόπος γὰρ οὗτος οἰκειότατος ὑγροῖς πνεύμασι. κἀκεῖ μὲν κακοδαίμων τε καὶ ποιναῖος ὁ βίος· ἔξεστι δὲ χρόνῳ καὶ πόνῳ καὶ βίοις ἄλλοις καθηραμένην ἀναδῦναι. γενομένη γὰρ ἀμφίβιον δίαυλον θεῖ καὶ παρὰ μέρος ὁμιλεῖ τοῖς χείροσι καὶ τοῖς κρείττοσιν· ἣν δανείζεται μὲν ἀπὸ τῶν σφαιρῶν ἡ πρώτη ψυχὴ κατιοῦσα, κἀκείνης ὥσπερ σκάφους ἐπιβᾶσα, τῷ σωματικῷ κόσμῳ συγγίνεται. ἀγῶνα δὲ ἀγωνίζεται τοῦτον ἢ συναναγαγεῖν, ἢ μή τοι συγκαταμεῖναι· μόλις μὲν γάρ, ἀλλὰ γένοιτ’ ἂν ἀφεῖναι μὴ συνεπόμενον· οὐ γὰρ θέμις ἀπιστεῖν ἐγνωσμένων τῶν τελετῶν· αἰσχρὰ δ’ ἂν ἐπάνοδος γένοιτο μὴ ἀποδιδούσαις τὸ ἀλλότριον, ἀλλὰ περὶ γῆν ἀπολιπούσαις ὅπερ ἄνωθεν ἠρανίσαντο. καὶ τοῦτο μὲν ἑνὶ καὶ δευτέρῳ δῶρον ἂν γένοιτο τελετῆς καὶ θεοῦ· φύσιν δὲ ἔχει τὴν ἅπαξ ἐγκεκεντρισμένην εἰς αὐτὸ ψυχὴν ἢ ὁμορροθεῖν, ἢ ἕλκειν, ἢ ἕλκεσθαι· πάντως γε μέντοι συνεῖναι μέχρι τῆς ὅθεν ἦλθεν ἐπανόδου. ὥστε καὶ βρῖθον ὑπὸ κάκης συγκατασπᾷ τὴν ἐφεῖσαν αὐτῷ βαρυνθῆναι ψυχήν. καὶ τοῦτ’ ἔστιν ᾧ δεδίττεται τὰ λόγια τὸ νοερὸν ἐν ἡμῖν σπέρμα· μηδὲ κάτω νεύσῃς εἰς τὸν μελαναυγέα κόσμον, ᾧ βυθὸς αἰὲν ἄπιστος ὑπέστρωται καὶ ἀειδής, ἀμφικνεφής, ῥυπόων, εἰδωλοχαρής, ἀνόητος. νῷ γὰρ πῶς καλὸν βίος ἔμπληκτος καὶ ἀνόητος; τῷ δὲ εἰδώλῳ, διὰ τὴν ποιὰν τότε τοῦ πνεύματος σύστασιν, ἡ κάτω χώρα προσήκει· ὁμοίῳ γὰρ τὸ ὅμοιον ἥδεται.

Previous Page / First / Next

Cf. Pharr, Homer and the study of Greek * Odyssey Complete Text
Iliad Complete Text * Homer Bilingual Anthology and Resources * Livingstone, On the Ancient Greek Literature
More OnLine Resources on Greek History, Places, Texts, Language

The Greek Word Library

Three Millennia of Greek Literature


Greek Literature - Ancient, Medieval, Modern

Learned Freeware

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/synesius-de-insomniis.asp?pg=4