Reference address : https://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/synesius-de-insomniis.asp?pg=3

ELPENOR - Home of the Greek Word

Three Millennia of Greek Literature
 

Synesius of Cyrene
Περὶ Ἐνυπνίων (On Dreams) : Patrologia Graeca 66, 1281-1320

Synesius @ Amazon / Greek Fonts / More Greek Resources

ELPENOR EDITIONS IN PRINT

HOMER

PLATO

ARISTOTLE

THE GREEK OLD TESTAMENT (SEPTUAGINT)

THE NEW TESTAMENT

PLOTINUS

DIONYSIUS THE AREOPAGITE

MAXIMUS CONFESSOR

SYMEON THE NEW THEOLOGIAN

CAVAFY

More...


Page 3 / 11

4 Ἐπιθετέον δὲ μάλιστα μαθήσεων ταύτῃ, ὅτι παρ’ ἡμῶν αὕτη καὶ ἔνδοθεν καὶ ἰδία τῆς ἑκάστου ψυχῆς. νοῦς μὲν γὰρ ἔχει τὰ εἴδη τῶν ὄντων, ἀρχαία φιλοσοφία φησί. προσθείημεν δ’ ἂν ἡμεῖς, ὅτι καὶ τῶν γινομένων ψυχή· ἐπειδὴ λόγος ἐστὶ νῷ πρὸς ψυχήν, ὅστις τῷ ὄντι πρὸς τὸ γινόμενον. ἐναλλὰξ οὖν πρώτῳ πρὸς τρίτον καὶ δευτέρῳ πρὸς τέταρτον· καὶ ἀνάπαλιν λαβόντες, οὐδὲν ἧττον ἂν ἀληθεύοιμεν ὅροις ἐπιστήμης ἑπόμενοι. οὕτως ἂν ἀποδεδειγμένον εἴη τὸ ὑφ’ ἡμῶν ἀξιούμενον, ὅτι τὰ εἴδη τῶν γινομένων ἔχει ψυχή· ἔχει μὲν οὖν πάντα, προβάλλει δὲ τὰ προσήκοντα καὶ ἐνοπτρίζει τὴν φαντασίαν, δι’ ἧς τὴν ἀντίληψιν τῶν ἐκεῖ μενόντων ἴσχει τὸ ζῷον. ὥσπερ οὖν οὐδὲ τοῦ νοῦ τῶν ἐνεργειῶν ἐπαΐομεν, πρὶν τῷ κοινῷ τὴν ἐπιστατικὴν δύναμιν ἀπαγγεῖλαι καὶ τὸ μὴ εἰς ἐκείνην ἧκον λανθάνει τὸ ζῷον, οὕτως οὐδὲ τῶν ἐν τῇ πρώτῃ ψυχῇ τὴν ἀντίληψιν ἴσχομεν, πρὶν εἰς φαντασίαν ἥκειν αὐτῶν ἐκμαγεῖα. καὶ ἔοικεν αὕτη ζωή τις εἶναι μικρὸν ὑποβᾶσα καὶ ἐν ἰδιότητι φύσεως στᾶσα. αἰσθητήριά γέ τοι πάρεστι κατ’ αὐτήν. καὶ γὰρ χρώματα ὁρῶμεν καὶ ψόφων ἀκούομεν καὶ ἁφῆς πληκτικωτάτην ἀντίληψιν ἴσχομεν, ἀνενεργήτων ὄντων τῶν ὀργανικῶν μορίων τοῦ σώματος. καὶ μή ποτε ἱερώτερον τοῦτο γένος αἰσθήσεως. κατ’ αὐτό γέ τοι καὶ θεοῖς τὰ πολλὰ συγγινόμεθα νουθετοῦσι καὶ χρῶσι καὶ τἄλλα προμηθουμένοις. ὥστε εἰ μέν τῳ γέγονε θησαυρὸς ὕπνου δῶρον, οὐκ ἐν θαυμαστοῖς ἄγω· οὐδ’ εἴ τις καταδαρθὼν ἄμουσος, ἔπειτα ἐντυχὼν ὄναρ ταῖς μούσαις καὶ τὰ μὲν εἰπών, τὰ δὲ ἀκούσας, ποιητής ἐστι δεξιός, ὥσπερ ὁ καθ’ ἡμᾶς χρόνος ἤνεγκεν, οὐδὲ τοῦτο τῶν λίαν ἐστὶ παραδόξων. ἐῶ δ’ ἔγωγε καὶ ἐπιβουλὰς καταμηνυθείσας καὶ ὅσοις ὕπνος ἰατρὸς ἐξάντη τὴν νόσον ἐποίησεν, ἀλλ’ ὅταν εἰς τὰς τελεωτάτας τῶν ὄντων ἐποψίας ὁδὸν ἀνοίξῃ τῇ ψυχῇ τῇ μὴ ὀρεχθείσῃ ποτέ, μηδὲ εἰς νοῦν βαλομένῃ τὴν ἄνοδον, τοῦτο ἂν εἴη τὸ ἐν τοῖς οὖσι κορυφαιότατον, φύσεως ὑπερκύψαι καὶ συνάψαι τῷ νοητῷ τὸν ἐς τοσοῦτο πεπλανημένον, ὡς μὴ ὅθεν ἦλθεν εἰδέναι. εἰ δέ τις μέγα μὲν οἴεται τὴν ἀναγωγήν, φαντασίᾳ δὲ ἀπιστεῖ, μή τοι καὶ κατ’ αὐτήν ποτε πορισθῆναι τὴν εὐδαίμονα συναφήν, ἀκουσάτω τῶν ἱερῶν λογίων, ἃ λέγει περὶ διαφόρων ὁδῶν. μετὰ δὴ τὸν ὅλον κατάλογον τῶν οἴκοθεν εἰς ἀναγωγὴν ἀφορμῶν, καθ’ ὃν ἔξεστι τὸ ἔνδοθεν σπέρμα αὐξῆσαι· τοῖς δὲ (φησὶ) διδακτὸν ἔδωκε φάους γνώρισμα λαβέσθαι· τοὺς δὲ καὶ ὑπνώοντας ἑῆς ἐνεκάρπισεν ἀλκῆς. ὁρᾷς; ἀντιδιέστειλεν εὐμοιρίας μαθήσεων. ὁ μὲν ὕπαρ, φησίν, ὁ δὲ ὄναρ διδάσκεται· ἀλλ’ ὕπαρ μὲν ἄνθρωπός ἐστιν ὁ διδάσκων· τὸν ὑπνώοντα δὲ θεὸς ἑῆς ἐνεκάρπισεν ἀλκῆς, ὡς ταὐτὸν εἶναι τὸ μανθάνειν τε καὶ τυγχάνειν· τὸ γὰρ ἐγκαρπίσαι καὶ πλέον ἐστὶ τοῦ διδάξαι.

5 Ἀλλὰ τοῦτο μὲν ἡμῖν παρειλήφθω παραστατικὸν τῆς ἀξίας τῆς κατὰ τὴν ἐν φαντασίᾳ ζωὴν πρὸς τοὺς ἀπογινώσκοντας αὐτῆς καὶ τὰ ἐλάττω· ὡς οὐδὲν θαῦμα οὕτω γινώσκειν ὑπὸ περιττῆς σοφίας προστετηκότας τοῖς ὑπὸ τῶν λογίων ἀποκηρύκτοις. φησὶ γάρ, οὐ θυσιῶν σπλάγχνων τε τομαί· τάδ’ ἀθύρματα πάντα καὶ φεύγειν αὐτὰ παρακελεύεται· οἱ δέ, ἅτε ὄντες ὑπὲρ τὸ πλῆθος, τέχνας μὲν ἐπὶ τὸ ἐσόμενον ἄλλος ἄλλας ἀπολαβόντες, ἀξιοῦσιν ἐργάζεσθαι· ὀνείρων δὲ ὑπερορῶσιν ὡς προὔπτου πράγματος, οὗ μέτεστιν ὁμοτίμως ἀμαθεῖ τε καὶ σοφῷ. τί οὖν, εἰ ταύτῃ σοφός, ὅτι τοῦ κοινοῦ πλέον τυγχάνει; τοιγάρ τοι καὶ τὰ ἄλλα ἀγαθά καὶ τούτων γε μᾶλλον τὰ μέγιστα, κοινότατα πρόκεινται. ἡλίου γὰρ οὔτε θεσπεσιώτερον ἐν τοῖς ὁρωμένοις οὐδὲν οὔτε δημοσιώτερον. εἰ δὲ τὸ αὐτοπτῆσαι θεὸν χρῆμα εὔδαιμον, τὸ διὰ φαντασίαν ἑλεῖν πρεσβυτέρας αὐτοψίας ἐστίν. αἴσθησις γὰρ αἰσθήσεων αὕτη, ὅτι τὸ φανταστικὸν πνεῦμα κοινότατόν ἐστιν αἰσθητήριον καὶ σῶμα πρῶτον ψυχῆς. ἀλλὰ τὸ μὲν ἐνδομυχεῖ καὶ τὴν ἀρχὴν ἔχει τοῦ ζῴου καθάπερ ἐξ ἀκροπόλεως· περὶ γὰρ αὐτὸ πᾶσαν τὴν τῆς κεφαλῆς πραγματείαν ἡ φύσις ᾠκοδομήσατο. ἀκοὴ δὲ καὶ ὄψις οὐκ εἰσὶν αἰσθήσεις, ἀλλ’ αἰσθήσεως ὄργανα τῆς κοινῆς ὑπηρέτιδες, οἷον πυλωροὶ τοῦ ζῴου διαγγέλλουσαι τῇ δεσποίνῃ τὰ θύραθεν αἰσθητά, ὑφ’ ὧν θυροκοπεῖται τὰ ἔξωθεν αἰσθητήρια. καὶ ἡ μὲν ἅπασι τοῖς μέρεσιν αὑτῆς αἴσθησίς ἐστιν ἐντελής· ὅλῳ τε γὰρ ἀκούει τῷ πνεύματι καὶ ὅλῳ βλέπει καὶ τὰ λοιπὰ πάντα δύναται· διανέμει δὲ τὰς δυνάμεις ἄλλην κατ’ ἄλλο καὶ προὔκυψαν ἐκ τοῦ ζῴου χωρὶς ἑκάστη καὶ εἰσὶν οἷον εὐθεῖαί τινες ἐκ κέντρου ῥυεῖσαι καὶ εἰς τὸ κέντρον συννεύουσαι, μία μὲν πᾶσαι κατὰ τὴν κοινὴν ῥίζαν, πολλαὶ δὲ κατὰ τὴν πρόοδον. ζῳωδεστάτη μὲν οὖν ἡ διὰ τῶν προβεβλημένων ὀργάνων αἴσθησις, οὐδὲ αἴσθησις οὖσα πρὶν ἐπὶ τὴν πρώτην φθάσῃ· ἡ θειοτέρα δὲ καὶ ψυχῇ προσεχής, ἡ ἄμεσος αἴσθησις.

Previous Page / First / Next

Cf. Pharr, Homer and the study of Greek * Odyssey Complete Text
Iliad Complete Text * Homer Bilingual Anthology and Resources * Livingstone, On the Ancient Greek Literature
More OnLine Resources on Greek History, Places, Texts, Language

The Greek Word Library

Three Millennia of Greek Literature


Greek Literature - Ancient, Medieval, Modern

Learned Freeware

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/synesius-de-insomniis.asp?pg=3