|
Synesius @ Amazon / Greek Fonts / More Greek Resources
Page 11 / 11
20 Ἴτω δὴ πᾶς, ὅτῳ σχολὴ καὶ εὐμάρεια ζῆν, εἰς ἀναγραφὴν τῶν τε ὕπαρ καὶ ὄναρ αὐτῷ συμπιπτόντων· δαπανάτω τι τοῦ χρόνου, ἀφ’ οὗ κράτιστον μὲν τὸ παραγινόμενον ἀπὸ τῆς διανοίας τοῦ γράμματος, ἀγεῖραι τὴν μαντικήν, ἣν ὑμνήκαμεν, ἧς οὐδὲν ἂν γένοιτο πρᾶγμα πολυωφελέστερον. οὐ μὴν οὐδὲ ἡ λέξις ἀπόβλητον τὸ τῶν πραγμάτων ἐφόλκιον· φιλοσόφῳ μὲν γὰρ ἂν γένοιτο παίγνιον, χαλῶντι τοῦ τόνου καθάπερ οἱ Σκῦθαι τὰ τόξα· ῥήτορι δὲ αὐτὴν ἐπιτάξωμεν κολοφῶνα τῶν ἐπιδείξεων. ὡς οὐκ ἐν καιρῷ μοι δοκοῦσιν ἐμμελετᾶν τὴν δεινότητα Μιλτιάδῃ καὶ Κίμωνι καί τισι καὶ ἀνωνύμοις καὶ πλουσίῳ καὶ πένητι τὰ ἐκ πολιτείας ἐχθροῖς, ὑπὲρ ὧν ἐγὼ καὶ πρεσβύτας ἀνθρώπους εἶδον ἐν θεάτρῳ ζυγομαχοῦντας· καίτοι γε ἤστην ἐπὶ φιλοσοφίᾳ μάλα σεμνώ καὶ εἱλκέτην ἑκάτερος αὐτοῖν, ὡς εἰκάσαι, τάλαντα πώγωνος, ἀλλ’ οὐδὲν αὐτοὺς ἐκώλυσεν ἡ σεμνότης λοιδορεῖσθαί τε καὶ ἀγανακτεῖν καὶ τὼ χεῖρε περιδινεῖν ἀκόσμως ἐν τῷ διατίθεσθαι λόγους ἀποτάδην ὑπὲρ ἀνδρῶν, ὡς μὲν ἐγὼ τότε ᾤμην, ἐπιτηδείων, ὡς δὲ ἔφθασαν οἱ μεταδιδάξαντες, οὔτε ὄντων, οὔτε γενομένων ποτέ, μὴ ὅτι ἐπιτηδείων, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν ἐν τῇ φύσει. ποῦ γὰρ ἂν εἴη καὶ πολιτεία τοιαύτη, γέρας ἀριστεῖ διδοῦσα κτεῖναι πολίτην ἀντιπολιτευόμενον; καίτοι γε ὅστις ἐνενηκοντούτης ὢν πλάσμα ἀγωνίζεται, εἰς ποῖον καιρὸν ἀνατίθεται τὴν τῶν λόγων ἀλήθειαν; ὅλως δὲ οὐδὲ ἐπαΐειν μοι δοκοῦσι τοῦ τῆς μελέτης ὀνόματος, ὅτι φησὶ δι’ ἄλλο σπουδάζεσθαι· οἱ δὲ τὴν παρασκευὴν τέλος ἥγηνται καὶ τὴν ὁδόν, ὡς ἐφ’ ὃ δεῖ βαδίζειν, ἠγάπησαν· τὴν γὰρ μελέτην ἀγῶνα πεποίηνται, ὥσπερ εἴ τις ἐν παλαίστρᾳ χειρονομήσας, ἀξιώσει παγκράτιον ἐν Ὀλυμπίᾳ κηρύττεσθαι. τοσοῦτος ἄρα νοῦ μὲν αὐχμός, ἐπομβρία δὲ λέξεων τοὺς ἀνθρώπους κατέσχεν, ὡς εἶναί τινας, οἳ δύνανται λέγειν, οὐκ ἔχοντες ὅ τι δεῖ λέγειν, δέον ἀπολαύειν ἑαυτῶν, ὥσπερ Ἀλκαῖός τε καὶ Ἀρχίλοχος, οἳ δεδαπανήκασι τὴν εὐστομίαν εἰς τὸν οἰκεῖον βίον ἑκάτερος. καὶ τοίνυν ἡ διαδοχὴ τοῦ χρόνου τηρεῖ τὴν μνήμην ὧν τε ἤλγησαν, ὧν τε ἥσθησαν. οὔτε γὰρ κενεμβατοῦντας τοὺς λόγους ἐξήνεγκαν, ὥσπερ τὸ νέον τοῦτο τὸ σοφὸν γένος ἐπὶ συμπεπλασμέναις ταῖς ὑποθέσεσιν, οὔτε ἑτέροις κατεχαρίσαντο τὸ σφέτερον ἀγαθόν, ὥσπερ Ὅμηρος καὶ Στησίχορος τὸ μὲν ἡρωικὸν φῦλον διὰ τὰς ποιήσεις αὑτῶν ἐπικυδέστερον ἔθεσαν· καὶ ἡμεῖς ὠνάμεθα τοῦ ζήλου τῆς ἀρετῆς· αὐτοὶ δὲ τό γε ἐφ’ ἑαυτοῖς ἠμελήθησαν, περὶ ὧν οὐδὲν ἔχομεν εἰπεῖν, ἢ ὅτι ποιηταὶ δεξιοί. ὅστις οὖν ἐρᾷ τοῦ παρ’ ἀνθρώποις εἰς ἔπειτα λόγου καὶ σύνοιδεν ἑαυτῷ δυναμένῳ τίκτειν ἐν δέλτοις ἀθάνατα, μετίτω τὴν παρανομουμένην ὑφ’ ἡμῶν συγγραφήν. θαρρῶν ἑαυτὸν παρατιθέσθω τῷ χρόνῳ· ἀγαθός ἐστι φύλαξ, ὅταν κατὰ θεόν τι πιστεύηται.
Previous Page ||| First
Cf.
Pharr, Homer and the study of Greek * Odyssey Complete Text
Iliad Complete Text * Homer Bilingual Anthology and Resources * Livingstone, On the Ancient Greek Literature
More OnLine Resources on Greek History, Places, Texts, Language
Reference address : https://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/synesius-de-insomniis.asp?pg=11