Akathist Hymn to the Theotokos
Σελ 9
Ξένον τόκον ἰδόντες ξενωθῶμεν τοῦ κόσμου͵ τὸν νοῦν εἰς οὐρανοὺς μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος͵ βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας· Ἀλληλούϊα.
Ὅλος ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδ΄ ὅλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή͵ οὐ μετάβασις δὲ τοπικὴ γέγονε καὶ τόκος ἐκ παρθένου θεολήπτου ἀκουούσης ταῦτα·
Χαῖρε͵ θεοῦ ἀχωρήτου χώρα·
χαῖρε͵ σεπτοῦ μυστηρίου θύρα·
χαῖρε͵ τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα·
χαῖρε͵ τῶν πιστῶν ἀναμφίβολον καύχημα·
χαῖρε͵ ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβίμ·
χαῖρε͵ οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφίμ·
χαῖρε͵ ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα·
χαῖρε͵ ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα·
χαῖρε͵ δι΄ ἧς ἐλύθη παράβασις·
χαῖρε͵ δι΄ ἧς ἠνοίχθη παράδεισος·
χαῖρε͵ ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας·
χαῖρε͵ ἐλπὶς ἀγαθῶν αἰωνίων· Χαῖρε͵ νύμφη ἀνύμφευτε.