Akathist Hymn to the Theotokos  

Ὁ Ἀκάθιστος Ὕμνος

ELPENOR EDITIONS IN PRINT

The Original Greek New Testament

 

Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει ἐν τῇ σκηνῆ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη ὁ ἀσώματος λέγων τῇ ἀπειρογάμῳ· Ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανοὺς χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί· ὃν καὶ βλέπων ἐν μήτρᾳ σου λαβόντα δούλου μορφὴν ἐξίσταμαι κραυγάζων σοι· Χαῖρε͵ νύμφη ἀνύμφευτε. 

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια ἀναγράφω σοι ἡ πόλις σου͵ θεοτόκε· ἀλλ΄ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον͵ ἵνα κράζω σοι· Χαῖρε͵ νύμφη ἀνύμφευτε. 

Οὐ παυόμεθα κατὰ χρέος ἀνυμνοῦντες σε͵ θεοτόκε͵ καὶ λέγοντες· Χαῖρε͵ ἡ κεχαριτωμένη.   

Επόμενη σελίδα


Ελληνική Γραμματεία