Akathist Hymn to the Theotokos  

Ὁ Ἀκάθιστος Ὕμνος

ELPENOR EDITIONS IN PRINT

The Original Greek New Testament

Σελ 8

Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος͵ ἐπεδόθης ὡς βρέφος αὐτῷ͵ ἀλλ΄ ἐγνώσθης τούτῳ καὶ θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων· Ἀλληλούϊα. 

Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ κτίστης ἡμῖν τοῖς ὑπ΄ αὐτοῦ γενομένοις͵ ἐξ ἀσπόρου βλαστήσας γαστρὸς καὶ φυλάξας ταύτην͵ ὥσπερ ἦν͵ ἄφθορον͵ ἱνὰ τὸ θαῦμα βλέποντες ὑμνήσωμεν αὐτὴν βοῶντες·

Χαῖρε͵ τὸ ἄνθος τῆς ἀφθαρσίας· 
χαῖρε͵ τὸ στέμμα τῆς ἐγκρατείας· 
χαῖρε͵ ἀναστάσεως τύπον ἐκλάμπουσα· 
χαῖρε͵ τῶν ἀγγέλων τὸν βίον ἐμφαίνουσα· 
χαῖρε͵ δένδρον ἀγλαόκαρπον ἐξ οὗ τρέφονται πιστοί· 
χαῖρε͵ ξύλον εὐσκιόφυλλον͵ ὑφ΄ οὗ σκέπονται πολλοί· 
χαῖρε͵ κυοφοροῦσα λυτρωτὴν αἰχμαλώτοις· 
χαῖρε͵ ἀπογεννῶσα ὁδηγὸν πλανωμένοις· 
χαῖρε͵ κριτοῦ δικαίου δυσώπησις· 
χαῖρε͵ πολλῶν πταισμάτων συγχώρησις· 
χαῖρε͵ στολὴ τῶν γυμνῶν παρρησίας· 
χαῖρε͵ στοργὴ πάντα πόθον νικῶσα·
 Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα


Ελληνική Γραμματεία