Akathist Hymn to the Theotokos  

Ὁ Ἀκάθιστος Ὕμνος

ELPENOR EDITIONS IN PRINT

The Original Greek New Testament

Σελ 10

Πᾶσα φύσις ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς θεὸν ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον͵ ἡμῖν μὲν συνδιάγοντα͵ ἀκούοντα δὲ παρὰ πάντων· Ἀλληλούϊα. 

Ρήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί͵ θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες πιστῶς βοῶμεν·

Χαῖρε͵ σοφίας θεοῦ δοχεῖον· 
χαῖρε͵ προνοίας αὐτοῦ ταμεῖον· 
χαῖρε͵ φιλοσόφους ἀσόφους δεικνύουσα· 
χαῖρε͵ τεχνολόγους ἀλόγους ἐλέγχουσα· 
χαῖρε͵ ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· 
χαῖρε͵ ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί· 
χαῖρε͵ τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· 
χαῖρε͵ τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα· 
χαῖρε͵ βυθοῦ ἀγνοίας ἐξέλκουσα· 
χαῖρε͵ πολλοὺς ἐν γνώσει φωτίζουσα· 
χαῖρε͵ ὁλκὰς τῶν θελόντων σωθῆναι· 
χαῖρε͵ λιμὴν τῶν τοῦ βίου πλωτήρων·
 Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα


Ελληνική Γραμματεία