Akathist Hymn to the Theotokos  

Ὁ Ἀκάθιστος Ὕμνος

ELPENOR EDITIONS IN PRINT

The Original Greek New Testament

Σελ 7

Κήρυκες θεοφόροι γεγονότες οἱ μάγοι ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα͵ ἐκτελέσαντες σοῦ τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν͵ ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη μὴ εἰδότα ψάλλειν· Ἀλληλούϊα. 

Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης͵ σωτήρ͵ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκαν· οἱ τούτων δὲ ῥυσθέντες ἀνεβόων πρὸς τὴν θεοτόκον·

Χαῖρε͵ ἀνόρθωσις τῶν ἀνθρώπων· 
χαῖρε͵ κατάπτωσις τῶν δαιμόνων· 
χαῖρε͵ τῆς ἀπάτης τὴν πλάνην πατήσασα· 
χαῖρε͵ τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα· 
χαῖρε͵ θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· 
χαῖρε͵ πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν· 
χαῖρε͵ πύρινε στύλε ὁδηγῶν τοὺς ἐν σκότει· 
χαῖρε͵ σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης· 
χαῖρε͵ τροφὴ τοῦ μάννα διάδοχε· 
χαῖρε͵ τρυφῆς ἁγίας διάκονε· 
χαῖρε͵ ἡ γῆ ἡ τῆς ἐπαγγελίας· 
χαῖρε͵ ἐξ ἧς ῥέει μέλι καὶ γάλα·
 Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα


Ελληνική Γραμματεία