Akathist Hymn to the Theotokos  

Ὁ Ἀκάθιστος Ὕμνος

ELPENOR EDITIONS IN PRINT

The Original Greek New Testament

Σελ 6

Θεοδρόμον ἀστέρα θεωρήσαντες μάγοι τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν͵ δι΄ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον ἐχάρησαν αὐτῷ βοῶντες· Ἀλληλούϊα. 

δον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ δεσπότην νοοῦντες αὐτόν͵ εἰ καὶ δούλου ἔλαβε μορφήν͵ ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ εὐλογημένῃ·

Χαῖρε͵ ἀστέρος ἀδύτου μήτηρ· 
χαῖρε͵ αὐγὴ μυστικῆς ἡμέρας· 
χαῖρε͵ τῆς ἀπάτης τὴν κάμινον παύσασα· 
χαῖρε͵ τῆς τριάδος τοὺς μύστας φυλάττουσα· 
χαῖρε͵ τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· 
χαῖρε͵ κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν· 
χαῖρε͵ ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· 
χαῖρε͵ ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων· 
χαῖρε͵ πυρὸς προσκύνησιν σβέσασα· 
χαῖρε͵ φλογὸς παθῶν ἀπαλλάττουσα· 
χαῖρε͵ Περσῶν ὁδηγὲ σωφροσύνης· 
χαῖρε͵ πασῶν γενεῶν εὐφροσύνη·
 Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα


Ελληνική Γραμματεία