Akathist Hymn to the Theotokos  

Ὁ Ἀκάθιστος Ὕμνος

ELPENOR EDITIONS IN PRINT

The Original Greek New Testament

Σελ 5

Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων ὁ σώφρων Ἰωσὴφ ἐταράχθη πρὸς τὴν ἄγαμόν σε θεωρῶν καὶ κλεψίγαμον ὑπονοῶν͵ ἄμεμπτε· μαθὼν δὲ σοῦ τὴν σύλληψιν ἐκ πνεύματος ἁγίου ἔφη· Ἀλληλούϊα. 

῎Ηκουσαν οἱ ποιμένες τῶν ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα͵ ἣν ὑμνοῦντες εἶπον·

Χαῖρε͵ ἀμνοῦ καὶ ποιμένος μήτηρ· 
χαῖρε͵ αὐλὴ λογικῶν προβάτων· 
χαῖρε͵ ἀοράτων θηρῶν ἀμυντήριον· 
χαῖρε͵ παραδείσου θυρῶν ἀνοικτήριον· 
χαῖρε͵ ὅτι τὰ οὐράνια συναγάλλονται τῇ γῇ· 
χαῖρε͵ ὅτι τὰ ἐπίγεια συγχορεύουσι πιστοῖς· 
χαῖρε͵ τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα· 
χαῖρε͵ τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος· 
χαῖρε͵ στερρὸν τῆς πίστεως ἔρεισμα· 
χαῖρε͵ λαμπρὸν τῆς χάριτος γνώρισμα· 
χαῖρε͵ δι΄ ἧς ἐγυμνώθη ὁ Ἅδης· 
χαῖρε͵ δι΄ ἧς ἐνεδύθημεν δόξαν·
 Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα


Ελληνική Γραμματεία