Akathist Hymn to the Theotokos  

Ὁ Ἀκάθιστος Ὕμνος

ELPENOR EDITIONS IN PRINT

The Original Greek New Testament

Σελ 4

Δύναμις τοῦ ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδὺν ὡς ἀγρὸν ἀπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούϊα. 

χουσα θεοδόχον ἡ παρθένος τὴν μήτραν ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνοῦν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε καὶ ἅλμασιν ὡς ᾄσμασιν ἐβόα πρὸς τὴν θεοτόκον·

Χαῖρε͵ βλαστοῦ ἀμαράντου κλῆμα· 
χαῖρε͵ καρποῦ ἀθανάτου κτῆμα· 
χαῖρε͵ γεωργὸν γεωργοῦσα φιλάνθρωπον· 
χαῖρε͵ φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα· 
χαῖρε͵ ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· 
χαῖρε͵ τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν· 
χαῖρε͵ ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· 
χαῖρε͵ ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις· 
χαῖρε͵ δεκτὸν πρεσβείας θυμίαμα· 
χαῖρε͵ παντὸς τοῦ κόσμου ἐξίλασμα· 
χαῖρε͵ θεοῦ πρὸς θνητοὺς εὐδοκία· 
χαῖρε͵ θνητῶν πρὸς θεὸν παρρησία·
 Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα


Ελληνική Γραμματεία