Akathist Hymn to the Theotokos  

Ὁ Ἀκάθιστος Ὕμνος

ELPENOR EDITIONS IN PRINT

The Original Greek New Testament

Σελ 3

Βλέπουσα ἡ ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς δυσπαράδεκτόν μου τῇ ψυχῆ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν προλέγεις κράζων· Ἀλληλούϊα. 

Γνῶσιν ἄγνωστον γνῶναι ἡ παρθένος ζητοῦσα ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν υἱὸν πῶς ἐστὶ τεχθῆναι δυνατόν; λέξον μοι. πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ πρὶν κραυγάζων οὕτω·

Χαῖρε͵ βουλῆς ἀπορρήτου μύστις͵ 
χαῖρε͵ σιγῇ δεομένων πίστις· 
χαῖρε͵ τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον͵ 
χαῖρε͵ τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον· 
χαῖρε͵ κλῖμαξ ἐπουράνιε͵ δι΄ ἧς κατέβη ὁ θεός· 
χαῖρε͵ γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν· 
χαῖρε͵ τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦμα· 
χαῖρε͵ τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα· 
χαῖρε͵ τὸ φῶς ἀρρήτως γεννήσασα· 
χαῖρε͵ τὸ πῶς μηδένα διδάξασα· 
χαῖρε͵ σοφῶν ὑπερβαίνουσα γνῶσιν· 
χαῖρε͵ πιστῶν καταυγάζουσα φρένας·
 Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα


Ελληνική Γραμματεία