Akathist Hymn to the Theotokos  

Ὁ Ἀκάθιστος Ὕμνος

ELPENOR EDITIONS IN PRINT

The Original Greek New Testament

Σελ 2

 γγελος πρωτοστάτης οὐρανόθεν ἐπέμφθη εἰπεῖν τῇ θεοτόκῳ τὸ χαῖρε· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ σωματούμενόν σε θεωρῶν͵ κύριε͵ ἐξίστατο καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα· 

Χαῖρε͵ δι΄ ἧς ἡ χαρὰ ἐκλάμψει· 
χαῖρε͵ δι΄ ἧς ἡ ἀρὰ ἐκλείψει· 
χαῖρε͵ τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· 
χαῖρε͵ τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις· 
χαῖρε͵ ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· 
χαῖρε͵ βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς· 
χαῖρε͵ ὅτι ὑπάρχεις βασιλέως καθέδρα· 
χαῖρε͵ ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα· 
χαῖρε͵ ἀστὴρ ἐμφαίνων τὸν ἥλιον· 
χαῖρε͵ γαστὴρ ἐνθέου σαρκώσεως· 
χαῖρε͵ δι΄ ἧς νεουργεῖται ἡ κτίσις· 
χαῖρε͵ δι΄ ἧς βρεφουργεῖται ὁ Κτίστης·
 Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Αρχική ||| Επόμενη σελίδα


Ελληνική Γραμματεία