Akathist Hymn to the Theotokos  

Ὁ Ἀκάθιστος Ὕμνος

ELPENOR EDITIONS IN PRINT

The Original Greek New Testament

Σελ 12

μνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους ψαλμοὺς καὶ ᾠδὰς ἂν προσφέρωμέν σοι͵ βασιλεῦ ἅγιε͵ οὐδὲν τελοῦμεν ἄξιον͵ ὧν δέδωκας τοῖς σοὶ βοῶσιν· Ἀλληλούϊα. 

Φωτοδόχον λαμπάδα τοῖς ἐν σκότει φανεῖσαν ὁρῶμεν τὴν ἁγίαν παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας͵ αὐγῇ τὸν νοῦν φωτίζουσα͵ κραυγῇ δὲ τιμωμένη ταῦτα·

Χαῖρε͵ ἀκτὶς νοητοῦ ἡλίου· 
χαῖρε͵ λαμπτὴρ τοῦ ἀδύτου φέγγους· 
χαῖρε͵ ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· 
χαῖρε͵ ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα· 
χαῖρε͵ ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· 
χαῖρε͵ ὅτι τὸν πολύρρητον ἀναβλύζεις ποταμόν· 
χαῖρε͵ τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· 
χαῖρε͵ τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον· 
χαῖρε͵ λουτὴρ ἐκπλύνων συνείδησιν· 
χαῖρε͵ κρατὴρ κιρνῶν ἀγαλλίασιν· 
χαῖρε͵ ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· 
χαῖρε͵ ζωὴ μυστικῆς εὐωχίας·
 Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα


Ελληνική Γραμματεία