Akathist Hymn to the Theotokos  

Ὁ Ἀκάθιστος Ὕμνος

ELPENOR EDITIONS IN PRINT

The Original Greek New Testament

Σελ 11

Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς θεὸς δι΄ ἡμᾶς ἐφάνη καθ΄ ἡμᾶς ὅμοιος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας ὡς θεὸς ἀκούει· Ἀλληλούϊα. 

Τεῖχος εἶ τῶν παρθένων͵ θεοτόκε παρθένε͵ καὶ πάντων τῶν εἰς σὲ προσφευγόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε ποιητής͵ ἄχραντε͵ οἰκήσας ἐν τῇ μήτρᾳ σου καὶ δείξας προσφωνεῖν σοι πάντας·

Χαῖρε͵ ἡ στήλη τῆς παρθενίας· 
χαῖρε͵ ἡ πύλη τῆς σωτηρίας· 
χαῖρε͵ ἀρχηγὲ νοητῆς ἀναπλάσεως· 
χαῖρε͵ χορηγὲ θεϊκῆς ἀγαθότητος· 
χαῖρε͵ σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· 
χαῖρε͵ σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν· 
χαῖρε͵ ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· 
χαῖρε͵ ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα· 
χαῖρε͵ παστὰς ἀσπόρου νυμφεύσεως· 
χαῖρε͵ πιστοὺς κυρίῳ ἁρμόζουσα· 
χαῖρε͵ καλὴ κουροτρόφε παρθένων· 
χαῖρε͵ ψυχῶν νυμφοστόλε ἁγίων·
 Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα


Ελληνική Γραμματεία