Akathist Hymn to the Theotokos
Σελ 13
Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων͵ ἐπεδήμησε δι΄ ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς αὑτοῦ χάριτος· καὶ σχίσας τὸ χειρόγραφον ἀκούει παρὰ πάντων οὕτως· Ἀλληλούϊα.
Ψάλλοντές σου τὸν τόκον εὐφημοῦμεν σε πάντες ὡς ἔμψυχον ναόν͵ θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρὶ ὁ κατέχων πάντα τῇ χειρὶ κύριος ἡγίασεν͵ ἐδόξασεν͵ ἐδίδαξε βοᾶν σοι πάντας·
Χαῖρε͵ σκηνὴ τοῦ θεοῦ καὶ Λόγου·
χαῖρε͵ ἁγία ἁγίων μείζων·
χαῖρε͵ κιβωτὲ χρυσωθεῖσα τῷ πνεύματι·
χαῖρε͵ θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε·
χαῖρε͵ τίμιον διάδημα βασιλέων εὐσεβῶν·
χαῖρε͵ καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν·
χαῖρε͵ τῆς ἐκκλησίας ὁ ἀσάλευτος πύργος·
χαῖρε͵ τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος·
χαῖρε͵ δι΄ ἧς ἐγείρονται τρόπαια·
χαῖρε͵ δι΄ ἧς ἐχθροὶ καταπίπτουσι·
χαῖρε͵ φωτὸς τοῦ ἐμοῦ θεραπεία·
χαῖρε ψυχῆς τῆς ἐμῆς προστασία· Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Ὦ πανύμνητε μήτηρ͵ ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον͵ δεξαμένη τὴν νῦν προσφοράν͵ ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας· Ἀλληλούϊα.