|
Why Man is Destitute of Natural Weapons and Covering
Patrologia Graeca 44.140-4 * Greek Fonts
|
Διὰ τί γυμνὸς τῶν ἐκ φύσεως ὅπλων τε καὶ προκαλυμμάτων ὁ ἄνθρωποςἈλλὰ τί βούλεται τὸ τοῦ σχήματος ὄρθιον; Τί δέ, οὐχὶ συμφυεῖς εἰσιν αἱ πρὸς τὸν βίον δυνάμεις τῷ σώματι; ἀλλὰ γυμνὸς μὲν τῶν φυσικῶν σκεπασμάτων͵ ἄοπλος δέ τις καὶ πένης ὁ ἄνθρωπος καὶ τῶν πρὸς τὴν χρείαν ἐνδεὴς ἁπάντων ἐπὶ τὸν βίον παράγεται͵ ἐλεεῖσθαι μᾶλλον ἢ μακαρίζεσθαι κατὰ τὸ φαινόμενον ἄξιος͵ οὐ προβολαῖς κεράτων καθωπλισμένος͵ οὐκ ὀνύχων ἀκμαῖς͵ οὐχ ὁπλαῖς ἢ ὀδοῦσιν ἤ τινι κέντρῳ θανατηφόρον ἰὸν ἐκ φύσεως ἔχοντι͵ οἷα δὴ τὰ [141] πολλὰ τῶν ζώων ἐν ἑαυτοῖς πρὸς τὴν τῶν λυπούντων ἄμυναν κέκτηται· οὐ τῇ τῶν τριχῶν περιβολῇ τὸ σῶμα καλύπτεται, καίτοιγε ἴσως τὸν εἰς ἀρχὴν τῶν ἄλλων προτεταγμένον͵ οἰκείοις ὅπλοις ἔδει περιπεφράχθαι παρὰ τῆς φύσεως͵ ὡς ἂν μὴ τῆς παρ' ἑτέρων ἐπικουρίας πρὸς τὴν ἰδίαν ἀσφάλειαν δέοιτο. Νυνὶ δὲ λέων μὲν καὶ σῦς καὶ τίγρις καὶ πάρδαλις καὶ εἴ τι τοιοῦτον ἕτερον͵ ἀρκοῦσαν ἔχει πρὸς σωτηρίαν τὴν ἐκ φύσεως δύναμιν. Καὶ τῷ ταύρῳ μὲν τὸ κέρας καὶ τῷ λαγωῷ τὸ τάχος καὶ τῇ δορκάδι τὸ πήδημα καὶ τὸ κατ' ὀφθαλμὸν ἀσφαλὲς καὶ ἄλλῳ τινὶ ζώῳ τὸ μέγεθος καὶ ἑτέροις ἡ προνομαία καὶ τοῖς πετεινοῖς τὸ πτερὸν καὶ τῇ μελίσσῃ τὸ κέντρον καὶ πᾶσι πάντως ἕν τι εἰς σωτηρίαν παρὰ τῆς φύσεως ἐμπέφυκε, μόνος δὲ πάντων ὁ ἄνθρωπος τῶν μὲν ταχυδρομούντων ἀργότερος͵ τῶν δὲ πολυσαρκούντων βραχύτερος͵ τῶν δὲ τοῖς συμφύτοις ὅπλοις ἠσφαλισμένων εὐαλωτότερος. Καὶ πῶς͵ ἐρεῖ τις͵ ὁ τοιοῦτος τὴν ἀρχὴν τὴν κατὰ πάντων κεκλήρωται; |
Previous chapter * Index * Next chapter
Reference address : https://www.ellopos.net/elpenor/physis/nyssa-man/7.asp