|
Why Man's Form is Upright; And that Hands Were Given Him Because of Reason; Wherein Also is a Speculation on the Difference of Souls
Patrologia Graeca 44.144-9 * Greek Fonts
|
Διὰ τί ὄρθιον τοῦ ἀνθρώπου τὸ σχῆμα͵ καὶ ὅτι διὰ τὸν λόγον αἱ χεῖρες· ἐν ᾧ τις καὶ περὶ διαφορᾶς ψυχῶν φιλοσοφίαὌρθιον δὲ τῷ ἀνθρώπῳ τὸ σχῆμα καὶ πρὸς τὸν οὐρανὸν ἀνατείνεται καὶ ἄνω βλέπει. Ἀρχικὰ καὶ ταῦτα καὶ τὴν βασιλικὴν ἀξίαν ἐπισημαίνοντα. Τὸ γὰρ μόνον ἐν τοῖς οὖσι τοιοῦτον εἶναι τὸν ἄνθρωπον͵ τοῖς δὲ ἄλλοις ἅπασι πρὸς τὸ κάτω νενευκέναι τὰ σώματα͵ σαφῶς δείκνυσι τὴν τῆς ἀξίας διαφοράν͵ τῶν τε ὑποκυπτόντων τῇ δυναστείᾳ καὶ τῆς ὑπερανεστώσης αὐτῶν ἐξουσίας. Τοῖς μὲν γὰρ ἄλλοις ἅπασι τὰ ἔμπροσθεν κῶλα τοῦ σώματος πόδες εἰσί͵ διότι τὸ κεκυφὸς ἐδεῖτο πάντως τοῦ ὑπερείδοντος· ἐπὶ δὲ τῆς τοῦ ἀνθρώπου κατασκευῆς χεῖρες τὰ κῶλα ἐγένοντο. Τοῦ γὰρ ὀρθίου σχήματος αὐτάρκης ἦν πρὸς τὴν χρείαν μία βάσις͵ διπλοῖς ποσὶν ἐν ἀσφαλείᾳ τὴν στάσιν ἐρείδουσα.Ἄλλως δὲ καὶ τῇ τοῦ λόγου χρείᾳ συνεργός ἐστιν ἡ τῶν χειρῶν ὑπουργία. Καί τις ἴδιον τῆς λογικῆς φύσεως τὴν τῶν χειρῶν ὑπηρεσίαν εἰπών͵ οὐ τοῦ παντὸς ἁμαρτήσεται͵ οὐ μόνον πρὸς τὸ κοινὸν τοῦτο καὶ πρόχειρον ἀποτρέχων τῇ διανοίᾳ͵ ὅτι γράμμασι τὸν λόγον διὰ τῆς τῶν χειρῶν εὐφυΐας ἐνσημαινόμεθα (ἔστι μὲν γὰρ οὐδὲ τοῦτο λογικῆς χάριτος ἄμοιρον͵ τὸ φθέγγεσθαι διὰ γραμμάτων ἡμᾶς͵ καὶ τρόπον τινὰ διὰ χειρὸς διαλέγεσθαι͵ τοῖς τῶν στοιχείων χαρακτῆρσι τὰς φωνὰς διασώζοντας)· ἀλλ' ἐγὼ πρὸς ἕτερον βλέπων συνεργεῖν φημι τὰς χεῖρας τῇ ἐκφωνήσει τοῦ λόγου· |
Previous chapter * Index * Next chapter
Reference address : https://www.ellopos.net/elpenor/physis/nyssa-man/8.asp