|
An Examination of the Kindred of Mind to Nature: Wherein, by Way of Digression, is Refuted the Doctrine of the Anomoeans
Patrologia Graeca 44.137-40 * Greek Fonts
|
Ἐξέτασις τῆς τοῦ νοῦ πρὸς τὴν φύσιν συγγενείας͵ ἐν ᾧ καὶ ἐκ παρόδου τὸ τῶν Ἀνομοίων διελέγχεται δόγμαΚαί με μηδεὶς οἰέσθω καθ' ὁμοιότητα τῆς ἀνθρωπίνης ἐνεργείας ἐν διαφόροις δυνάμεσι τὸ Θεῖον λέγειν τῶν ὄντων ἐφάπτεσθαι. Οὐ γάρ ἐστι δυνατὸν ἐν τῇ ἁπλότητι τῆς θειότητος τὸ ποικίλον τε καὶ πολυειδὲς τῆς ἀντιληπτικῆς ἐνεργείας κατανοῆσαι. Οὐδὲ γὰρ ἡμῖν πολλαί τινές εἰσιν αἱ ἀντιληπτικαὶ τῶν πραγμάτων δυνάμεις͵ εἰ καὶ πολυτρόπως διὰ τῶν αἰσθήσεων [140] τῶν κατὰ ζωὴν ἐφαπτώμεθα. Μία γάρ τίς ἐστι δύναμις͵ αὐτὸς ὁ ἐγκείμενος νοῦς͵ ὁ δι' ἑκάστου τῶν αἰσθητηρίων διεξιὼν καὶ τῶν ὄντων ἐπιδρασσόμενος. Οὗτος θεωρεῖ διὰ τῶν ὀφθαλμῶν τὸ φαινόμενον, οὗτος συνιεῖ διὰ τῆς ἀκοῆς τὸ λεγόμενον͵ ἀγαπᾷ τε τὸ κατευθύμιον καὶ τὸ μὴ καθ' ἡδονὴν ἀποστρέφεται καὶ τῇ χειρὶ χρῆται πρὸς τὸ ὅ τι βούλεται͵ κρατῶν δι' αὐτῆς καὶ ἀπωθούμενος ἅπερ ἂν λυσιτελεῖν κρίνῃ͵ τῇ τοῦ ὀργάνου συνεργίᾳ εἰς τοῦτο συγχρώμενος.Εἰ τοίνυν ἐν τῷ ἀνθρώπῳ κἂν διάφορα τύχῃ τὰ πρὸς αἴσθησιν κατεσκευασμένα παρὰ τῆς φύσεως ὄργανα͵ ὁ διὰ πάντων ἐνεργῶν καὶ κινούμενος καὶ καταλλήλως ἑκάστῳ πρὸς τὸ προκείμενον κεχρημένος͵ εἷς ἐστι καὶ ὁ αὐτός͵ ταῖς διαφοραῖς τῶν ἐνεργειῶν οὐ συνεξαλλάσσων τὴν φύσιν, πῶς ἄν τις ἐπὶ τοῦ Θεοῦ διὰ τῶν ποικίλων δυνάμεων τὸ πολυμερὲς τῆς οὐσίας κατοπτεύσειεν; Ὁ γὰρ πλάσας τὸν ὀφθαλμόν͵ καθώς φησιν ὁ Προφήτης͵ καὶ ὁ φυτεύσας τὸ οὗς͵ πρὸς τὰ ἐν αὐτῷ παραδείγματα τὰς ἐνεργείας ταύτας οἶόν τινας γνωριστικοὺς χαρακτῆρας τῇ φύσει τῶν ἀνθρώπων ἐνεσημήνατο. Ποιήσωμεν γάρ͵ φησίν͵ ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. |
Previous chapter * Index * Next chapter
Reference address : https://www.ellopos.net/elpenor/physis/nyssa-man/6.asp