|
An Establishment of the Doctrine that the Cause of the Existence of Soul and Body is One and the Same
Patrologia Graeca 44.233-240 * Greek Fonts
|
Κατασκευὴ τοῦ μίαν καὶ τὴν αὐτὴν ψυχῇ τε καὶ σώματι τὴν αἰτίαν τῆς ὑπάρξεως εἶναιἈλλ' ἑνὸς ὄντος τοῦ ἀνθρώπου͵ τοῦ διὰ ψυχῆς τε καὶ σώματος συνεστηκότος͵ μίαν αὐτοῦ καὶ κοινὴν τῆς συστάσεως τὴν ἀρχὴν ὑποτίθεσθαι͵ ὡς ἂν μὴ αὐτὸς ἑαυτοῦ προγενέστερός τε καὶ νεώτερος γένοιτο͵ τοῦ μὲν σωματικοῦ προτερεύοντος ἐν αὐτῷ͵ τοῦ δὲ ἑτέρου ἐφυστερίζοντος. Ἀλλὰ τῇ μὲν προγνωστικῇ τοῦ Θεοῦ δυνάμει͵ κατὰ τὸν μικρῷ πρόσθεν ἀποδοθέντα λόγον͵ ἅπαν προϋφεστάναι τὸ ἀνθρώπινον πλήρωμα λέγειν͵ συμμαρτυρούσης εἰς τοῦτο τῆς προφητείας͵ τῆς λεγούσης εἰδέναι τὰ πάντα τὸν Θεὸν πρὶν γενέσεως αὐτῶν. Ἐν δὲ τῇ καθ' ἕκαστον δημιουργίᾳ μὴ προτιθέναι τοῦ ἑτέρου τὸ ἕτερον͵ μήτε πρὸ τοῦ σώματος τὴν ψυχήν͵ μήτε τὸ ἔμπαλιν, ὡς ἂν μὴ στασιάζοι πρὸς ἑαυτὸν ὁ ἄνθρωπος τῇ κατὰ τὸν χρόνον διαφορᾷ [236] μεριζόμενος.Διπλῆς γὰρ τῆς φύσεως ἡμῶν νοουμένης κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν͵ τοῦ τε φαινομένου ἀνθρώπου καὶ τοῦ κεκρυμμένου, εἰ τὸ μὲν προϋπάρχοι͵ τὸ δὲ ἐπιγένοιτο͵ ἀτελής τις ἡ τοῦ δημιουργοῦντος ἀπελεγχθήσεται δύναμις͵ οὐ τῷ παντὶ κατὰ τὸ ἀθρόον ἐξαρκοῦσα͵ ἀλλὰ διαιρουμένη τὸ ἔργον καὶ ἀνὰ μέρος περὶ ἑκάτερον τῶν ἡμισευμάτων ἀσχολουμένη. |
Previous chapter * Index * Next chapter
Reference address : https://www.ellopos.net/elpenor/physis/nyssa-man/29.asp