|
A Brief Examination of the Construction of Our Bodies from a Medical Point of View
Patrologia Graeca 44.240-256 * Greek Fonts
|
Θεωρία τις ἰατρικωτέρα περὶ τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς δι' ὀλίγωνἈλλὰ τὴν μὲν ἀκριβῆ τοῦ σώματος ἡμῶν διασκευὴν διδάσκει μὲν ἕκαστος ἑαυτόν͵ ἐξ ὧν ὁρᾷ τε καὶ ζῇ καὶ αἰσθάνεται͵ τὴν ἰδίαν ἑαυτοῦ φύσιν διδάσκαλον ἔχων. Ἔξεστι δὲ καὶ τὴν ἐν βίβλοις φιλοπονηθεῖσαν τοῖς τὰ τοιαῦτα σοφοῖς περὶ τούτων ἱστορίαν ἀναλαβόντι͵ πάντα δι' ἀκριβείας μαθεῖν. Ὧν οἱ μὲν ὅπως ἔχει θέσεως τὰ καθέκαστον τῶν ἐν ἡμῖν͵ διὰ τῆς ἀνατομῆς ἐδιδάχθησαν, οἱ δὲ καὶ πρὸς ὅ,τι γέγονε πάντα τὰ τοῦ σώματος μόρια κατενόησάν τε καὶ διηγήσαντο͵ ὡς ἀρκοῦσαν ἐντεῦθεν τῆς ἀνθρωπίνης κατασκευῆς τὴν γνῶσιν τοῖς φιλοπόνοις γενέσθαι. Εἰ δέ τις ἐπιζητοίη πάντων αὐτῶν τὴν ἐκκλησίαν διδάσκαλον γίνεσθαι͵ ὡς εἰς μηδὲν τῆς ἔξωθεν φωνῆς ἐπιδεῖσθαι (οὗτος γὰρ τῶν πνευματικῶν προβάτων ὁ νόμος͵ καθώς φησιν ὁ Κύριος͵ τὸ ἀλλοτρίας μὴ ἀκούειν φωνῆς)͵ διὰ βραχέων καὶ τὸν περὶ τούτων λόγον διαληψόμεθα.Τρία περὶ τὴν τοῦ σώματος ἐνοήσαμεν φύσιν͵ ὧν χάριν τὰ καθ' ἕκαστον τῶν ἐν ἡμῖν κατεσκεύασται. Τὰ μὲν γὰρ διὰ τὸ ζῇν͵ τὰ δὲ διὰ τὸ καλῶς ζῇν͵ ἕτερα δὲ πρὸς τὴν διαδοχὴν τῶν ἐπιγινομένων ἐπιτηδείως ἔχει. Ὅσα μὲν οὖν ἐν ἡμῖν τοιαῦτά ἐστιν͵ ὧν ἄνευ συστῆναι τὴν ἀνθρωπίνην ζωὴν οὐκ ἐνδέχεται͵ ἐν τρισὶ μορίοις κατενοήσαμεν, ἐν ἐγκεφάλῳ καὶ καρδίᾳ καὶ ἥπατι. Ὅσα δὲ προσθήκη τίς ἐστι τῶν ἀγαθῶν͵ καὶ φιλοτιμία τῆς φύσεως͵ τὸ εὖ ζῇν δι' ἐκείνων τῷ ἀνθρώπῳ χαριζομένης͵ [241] τὰ περὶ τὴν αἴσθησίν ἐστιν ὄργανα. Τὰ γὰρ τοιαῦτα τὴν ζωὴν μὲν οὐ συνίστησιν͵ ἐπεὶ καὶ λιπόντων τινῶν πολλάκις͵ οὐδὲν ἧττον ἐν τῷ ζῇν ἐστιν ὁ ἄνθρωπος͵ ἀλλ' ἀμήχανον δίχα τούτων τῶν ἐνεργειῶν͵ τῶν κατὰ τὴν ζωὴν ἡδέων τὴν μετουσίαν ἔχειν. Ὁ δὲ τρίτος σκοπὸς πρὸς τὸ ἐφεξῆς τε καὶ τὴν διαδοχὴν βλέπει. Ἔστι δὲ καὶ ἄλλα τινὰ παρὰ ταῦτα͵ ἃ πρὸς διαμονὴν κοινὰ τοῖς πᾶσιν ὑπόκειται. τὰς καταλλήλους προσθήκας δι' ἑαυτῶν ἐπεισάγοντα͵ ὡς κοιλία καὶ πνεύμων͵ ὁ μὲν τῷ πνεύματι τὸ ἐγκάρδιον πῦρ ἀναῤῥιπίζων͵ ἡ δὲ τοῖς σπλάγχνοις τὴν τροφὴν εἰσοικίζουσα. |
Reference address : https://www.ellopos.net/elpenor/physis/nyssa-man/30.asp