|
To Those Who Say that Souls Existed Before Bodies, or that Bodies Were Formed Before Souls; Wherein There is Also a Refutation of the Fables Concerning Transmigration of Souls
Patrologia Graeca 44.229-233 * Greek Fonts
|
Πρὸς τοὺς λέγοντας προϋφεστάναι τὰς ψυχὰς τῶν σωμάτων ἢ τὸ ἔμπαλιν πρὸ τῶν ψυχῶν διαπεπλᾶσθαι τὰ σώματα. Ἐν ᾧ τις καὶ ἀνατροπὴ τῆς κατὰ τὰς μετεμψυχώσεις μυθοποιίαςΤάχα γὰρ οὐκ ἔξω τῆς προκειμένης ἡμῖν πραγματείας ἐστὶ τὸ διεξετάσαι τὸ ἀμφιβαλλόμενον ἐν ταῖς ἐκκλησίαις περὶ ψυχῆς τε καὶ σώματος. Τοῖς μὲν γὰρ τῶν πρὸ ἡμῶν δοκεῖ͵ οἷς ὁ Περὶ τῶν ἀρχῶν ἐπραγματεύθη λόγος͵ καθάπερ τινὰ δῆμον ἐν ἰδιαζούσῃ πολιτείᾳ τὰς ψυχὰς προϋφεστάναι λέγειν. Προκεῖσθαι δὲ κἀκεῖ τά τε τῆς κακίας καὶ τῆς ἀρετῆς ὑποδείγματα. Καὶ παραμένουσαν μὲν ἐν τῷ καλῷ τὴν ψυχήν͵ τῆς πρὸς τὸ σῶμα συμπλοκῆς μένειν ἀπείρατον, εἰ δὲ καὶ ἀποῤῥυῇ τῆς τοῦ ἀγαθοῦ μετουσίας͵ πρὸς τὸν τῇδε βίον κατολισθαίνειν καὶ οὕτως ἐν σώματι γίνεσθαι. Ἕτεροι δὲ τῇ κατὰ τὸν Μωσέα τάξει τῆς κατασκευῆς τοῦ ἀνθρώπου προσέχοντες͵ δευτέραν εἶναι τὴν ψυχὴν τοῦ σώματος κατὰ τὸν χρόνον φασίν. Ἐπειδὴ πρῶτον λαβὼν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, ἔπλασε τὸν ἄνθρωπον, εἶθ' οὕτως ἐψύχωσε διὰ τοῦ ἐμφυσήματος. Καὶ τούτῳ τῷ λόγῳ προτιμοτέραν ἀποδεικνύουσι τῆς ψυχῆς τὴν σάρκα͵ τῆς ἐπεισκρινομένης τὴν προδιαπεπλασμένην. Λέγουσι γὰρ διὰ τὸ σῶμα τὴν ψυχὴν γενέσθαι͵ ὡς ἂν μὴ ἄπνουν τε καὶ ἀκίνητον εἴη τὸ πλάσμα. Πᾶν δὲ τὸ διά τι γινόμενον͵ ἀτιμότερον πάντως ἐστὶ τοῦ δι' ὃ γίνεται. Καθὼς τὸ Εὐαγγέλιον λέγει͵ ὅτι πλεῖόν ἐστι τῆς τροφῆς ἡ ψυχὴ καὶ τὸ σῶμα τοῦ ἐνδύματος͵ διότι τούτων ἕνεκεν ἐκεῖνα. Οὐ γὰρ διὰ τὴν τροφὴν ἡ ψυχὴ οὐδὲ τοῦ ἐνδύματος χάριν κατεσκευάσθη τὰ σώματα. |
Previous chapter * Index * Next chapter
Reference address : https://www.ellopos.net/elpenor/physis/nyssa-man/28.asp