Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=6&page=9

Three Millennia of Greek Literature

The Greek Old Testament (Septuagint)

Septuagint Random Chapter  /  The New Testament  



The Greek Old Testament (Septuagint) - Home and Contents

JOSHUA / ΙΗΣΟΥΣ ΝΑΥΗ

9

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | Search | Report a typo
1 And when the kings of the Amorites on the other side of Jordan, who were in the mountain country, and in the plain, and in all the coast of the great sea, and those who were near Antilibanus, and the Chettites, and the Chananites, and the Pherezites, and the Evites, and the Amorites, and the Gergesites, and the Jebusites, heard [of it], 2 they came all together at the same time to make war against Joshua and Israel. 3 And the inhabitants of Gabaon heard of all that the Lord did to Jericho and Gai. 4 And they also wrought craftily, and they went and made provision and prepared themselves; and having taken old sacks on their shoulders, and old and rent and patched bottles of wine, 5 and the upper part of their shoes and their sandals old and clouted on their feet, and their garments ld upon them-- and the bread of their provision was dry and mouldy and corrupt. 6 And they came to Joshua into the camp of Israel to Galgala, and said to Joshua and Israel, We are come from a far land: now then make a covenant with us. 7 And the children of Israel said to the Chorrhaean, Peradventure thou dwellest amongst us; and how should I make a covenant with thee? 8 And they said to Joshua, We are thy servants: and Joshua said to them, Whence are ye, and whence have ye come? 9 And they said, Thy servants are come from a very far country in the name of the Lord thy God: for we have heard his name, and all that he did in Egypt, 10 and all that he did to the kings of the Amorites, who were beyond Jordan, to Seon king of the Amorites, and Og king of Basan, who dwelt in Astaroth and in Edrain. 11 And our elders and all that inhabit our land when they heard spoke to us, saying, Take to yourselves provision for the way, and go to meet them; and ye shall say to them, We are thy servants, and now make a covenant with us. 12 These [are] the loaves-- we took them hot for our journey on the day on which we came out to come to you; and now they are dried and become mouldy. 13 And these [are] the skins of wine which we filled when new, and they are rent; and our garments and our shoes are worn out because of the very long journey. 14 And the chiefs took of their provision, and asked not [counsel of] the Lord. 15 And Joshua made peace with them, and they made a covenant with them to preserve them; and the princes of the congregation sware to them. 16 And it came to pass three days after they had made a covenant with them, they heard that they were near neighbours, and that they dwelt among them. 17 And the children of Israel departed and came to their cities; and their cities [were] Gabaon, and Kephira, and Berot, and the cities of Jarin. 18 Land the children of Israel fought not with them, because all the princes sware to them by the Lord God of Israel; and all the congregation murmured at the princes. 19 And the princes said to all the congregation: We have sworn to them by the Lord God of Israel, and now we shall not be able to touch them. 20 This we will do; take them alive, and we will preserve them: so there shall not be wrath against us by reason of the oath which we swore to them. 21 They shall live, and shall be hewers of wood and drawers of water to all the congregation, as the princes said to them. 22 And Joshua called them together and said to them, Why have ye deceived me, saying, We live very far from you; whereas ye are fellow-countrymen of those who dwell among us? 23 And now ye are cursed: there shall not fail of you a slave, or a hewer of wood, or a drawer of water to me and my God. 24 And they answered Joshua, saying, It was reported to us what the Lord thy God charged his servant Moses, to give you this land, and to destroy us and all that dwelt on it from before you; and we feared very much for our lives because of you, and [therefore] we did this thing. 25 And now, behold, we [are] in your power; do to us as it is pleasing to you, and as it seems [good] to you. 26 Land they did so to them; and Joshua rescued them in that day out of the hands of the children of Israel, and they did not slay them. 27 And Joshua made them in that day hewers of wood and drawers of water to the whole congregation, and for the altar of God: therefore the inhabitants of Gabaon became hewers of wood and drawers of water for the altar of God until this day, even for the place which the Lord should choose. ΩΣ δὲ ἤκουσαν οἱ βασιλεῖς τῶν ᾿Αμορραίων οἱ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου, οἱ ἐν τῇ ὀρεινῇ καὶ οἱ ἐν τῇ πεδινῇ καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης καὶ οἱ πρὸς τῷ ᾿Αντιλιβάνῳ καὶ οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Εὐαῖοι καὶ οἱ ᾿Αμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ ᾿Ιεβουσαῖοι, 2 συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι ᾿Ιησοῦν καὶ ᾿Ισραὴλ ἅμα πάντες. 2α Τότε ᾠκοδόμησεν ᾿Ιησοῦς θυσιαστήριον Κυρίῳ τῷ Θεῷ᾿Ισραὴλ ἐν ὄρει Γαιβάλ, 2β καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου τοῖς υἱοῖς ᾿Ισραήλ, καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, θυσιαστήριον λίθων ὁλοκλήρων, ἐφ’ οὓς οὐκ ἐπεβλήθη σίδηρος, καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα Κυρίῳ καὶ θυσίαν σωτηρίου. 2γ καὶ ἔγραψεν ᾿Ιησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον, νόμον Μωυσῆ, ὃν ἔγραψεν ἐνώπιον τῶν υἱῶν ᾿Ισραὴλ 2δ καὶ πᾶς ᾿Ισραὴλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ᾖραν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων, οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζίν, καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβάλ, καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις. 2ε καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω ᾿Ιησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου, τὰς εὐλογίας καὶ τὰς κατάρας, κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ· 2ζ οὐκ ἦν ρῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο Μωυσῆς τῷ ᾿Ιησοῖ, ὃ οὐκ ἀνέγνω ᾿Ιησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν ᾿Ισραήλ, τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ ᾿Ισραήλ. 3 Καὶ οἱ κατοικοῦντες Γαβαὼν ἤκουσαν πάντα, ὅσα ἐποίησε Κύριος τῇ ῾Ιεριχὼ καὶ τῇ Γαί. 4 καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὄνων αὐτῶν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους, 5 καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν, καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶκαταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν. καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν, καὶ ὁ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος. 6 καὶ ἤλθοσαν πρὸς ᾿Ιησοῦν εἰς τὴν παρεμβολὴν ᾿Ισραὴλ εἰς Γάλγαλα καὶ εἶπαν πρὸς ᾿Ιησοῦν καὶ ᾿Ισραήλ· ἐκ γῆς μακρόθεν ἥκαμεν, καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην.καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς τὸν Χορραῖον· ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς, καὶ πῶς σοι διαθῶμαι διαθήκην; 8 καὶ εἶπαν πρὸς ᾿Ιησοῦν· οἰκέται σού ἐσμεν. καὶ εἶπε πρὸς αὐτοὺς ᾿Ιησοῦς· πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε; 9 καὶ εἶπαν· ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ σου· ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ 10 καὶ ὅσα ἐποίησε τοῖς βασιλεῦσι τῶν ᾿Αμορραίων, οἳ ἦσαν πέραν τοῦ ᾿Ιορδάνου, τῷ Σηὼν βασιλεῖ τῶν ᾿Αμορραίων καὶ τῷ ῍Ωγ βασιλεῖ τῆς Βασάν, ὃς κατῴκει ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν. 11 καὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν λέγοντες· λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν καὶ ἐρεῖτε πρὸς αὐτούς· οἰκέται σού ἐσμεν, καὶ νῦν διάθεσθε ἡμῖν τὴν διαθήκην. 12 οὗτοι οἱ ἄρτοι, θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμᾶς. νῦν δὲ ἐξηράνθησαν καὶ γεγόνασι βεβρωμένοι. 13 καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου, οὓς ἐπλήσαμεν καινούς, καὶ οὗτοι ἐρρώγασι· καὶ τὰ ἱμάτια ἡμῶν καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα. 20 καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν καὶ Κύριον οὐκ ἐπηρώτησαν. 21 καὶ ἐποίησεν ᾿Ιησοῦς πρὸς αὐτοὺς εἰρήνην καὶ διέθεντο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς, καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς. 22 καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην, ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσι, καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσι. 23 καὶ ἀπῇραν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν· αἱ δὲ πόλεις αὐτῶν Γαβαὼν καὶ Κεφιρὰ καὶ Βηρὼθ καὶ πόλεις ᾿Ιαρίν. 24 καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ ᾿Ισραήλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες Κύριον τὸν Θεὸν ᾿Ισραήλ· καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσι. 25 καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ· ἡμεῖς ὠμόσαμεν αὐτοῖς Κύριον τὸν Θεὸν ᾿Ισραὴλ καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν· 26 τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτούς, καὶ περιποιησόμεθα αὐτούς, καὶ οὐκ ἔσται καθ’ ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον, ὃν ὠμόσαμεν αὐτοῖς· 27 ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ, καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες. 28 καὶ συνεκάλεσεν αὐτοὺς ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· διατί παρελογίσασθέ με λέγοντες, μακρὰν ἀπὸ σοῦ ἐσμεν σφόδρα, ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν; 29 καὶ νῦν ἐπικατάρατοί ἐστε· οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος οὐδὲ ὑδροφόρος ἐμοὶ καὶ τῷ Θεῷ μου. 30 καὶ ἀπεκρίθησαν τῷ ᾿Ιησοῖ λέγοντες· ἀνηγγέλη ἡμῖν ὅσα συνέταξε Κύριος ὁ Θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην καὶ ἐξολοθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ’ αὐτῆς πρὸ προσώπου ὑμῶν, καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο. 31 καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν· ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν, ποιήσατε ἡμῖν. 32 καὶ ἐποίησαν αὐτοῖς οὕτως· καὶ ἐξείλατο αὐτοὺς ᾿Ιησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν ᾿Ισραήλ, καὶ οὐκ ἀνεῖλον αὐτούς. 33 καὶ κατέστησεν αὐτοὺς ᾿Ιησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ Θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαὼν ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ Θεοῦ ἕως τῆς σήμερον ἡμέρας, καὶ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος.

« Previous   JOSHUA / ΙΗΣΟΥΣ ΝΑΥΗ   Next »

» Home of the Greek Old Testament (Table of Contents)

Random Chapter

      In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »

Septuagint Genesis Septuagint Exodus, Leviticus, Numbers, Deuteronomomy Septuagint Psalms Septuagint Job, Proverbs, Ecclesiastes, Song of Songs, Wisdom, Sirach Septuagint Isaiah, Jeremiah, Baruch, Lamentations, Ezekiel, Daniel Septuagint Hosea, Joel, Amos, Obadiah, Jonah, Micah, Nahum, Habakkuk, Zephaniah, Haggai, Zechariah, Malachi The Authentic Greek New Testament Bilingual New Testament I
Three Millennia of Greek Literature
ELPENOR's Bilingual New Testament
 

Learned Freeware

 

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=6&page=9