Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=6&page=21

Three Millennia of Greek Literature

The Greek Old Testament (Septuagint)

Septuagint Random Chapter  /  The New Testament  



The Greek Old Testament (Septuagint) - Home and Contents

JOSHUA / ΙΗΣΟΥΣ ΝΑΥΗ

21

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | Search | Report a typo
1 And the heads of the families of the sons of Levi drew near to Eleazar the priest, and to Joshua the [son] of Naue, and to the heads of families of the tribes of Israel. 2 And they spoke to them in Selo in the land of Chanaan, saying, The Lord gave commandment by Moses to give us cities to dwell in, and the country round about for our cattle. 3 So the children of Israel gave to the Levites in their inheritance by the command of the Lord the cities and the country round. 4 And the lot came out for the children of Caath; and the sons of Aaron, the priests the Levites, had by lot thirteen cities out of the tribe of Juda, and out of the tribe of Symeon, and out of the tribe of Benjamin. 5 And to the ons of Caath that were left were [given by] lot ten cities, out of the tribe of Ephraim, and out of the tribe of Dan, and out of the half tribe of Manasse. 6 And the sons of Gedson had thirteen cities, out of the tribe of Issachar, and out of the tribe of Aser, and out of the tribe of Nephthali, and out of the half tribe of Manasse in Basan. 7 And the sons of Merari according to their families had by lot twelve cities, out of the tribe of Ruben, and out of the tribe of Gad, and out of the tribe of Zabulon. 8 And the children of Israel gave to the Levites the cities and their suburbs, as the Lord commanded Moses, by lot. 9 And the tribe of the children of Juda, and the tribe of the children of Symeon, and [part] of the tribe of the children of Benjamin gave these cities, and they were assigned 10 to the sons of Aaron of the family of Caath of the sons of Levi, for the lot fell to these. 11 And they gave to them Cariatharboc the metropolis of the sons of Enac; this is Chebron in the mountain [country] of Juda, and the suburbs round it. 12 But the lands of the city, and its villages Joshua gave to the sons of Chaleb the son of Jephonne for a possession. 13 And to the sons of Aaron he gave the city of refuge for the slayer, Chebron, and the suburbs belonging to it; and Lemna and the suburbs belonging to it; 14 and Aelom and its suburbs; and Tema and its suburbs; 15 and Gella and its suburbs; and Dabir and its suburbs; 16 and Asa and its suburbs; and Tany and its suburbs; and Baethsamys and its suburbs: nine cities from these two tribes. 17 And from the tribe of Benjamin, Gabaon and its suburbs; and Gatheth and its suburbs; 18 and Anathoth and its suburbs; and Gamala and its suburbs; four cities. 19 All the cities of the sons of Aaron the priests, thirteen. 20 And to the families, [even] the sons of Caath the Levites, that were left of the sons of Caath, there was [given] their priests’ city, 21 out of the tribe of Ephraim; and they gave them the slayer’s city of refuge, Sychem, and its suburbs, and Gazara and its appendages, and its suburbs; 22 and Baethoron and its suburbs: four cities: 23 and the tribe of Dan, Helcothaim and its suburbs; and Gethedan and its suburbs: 24 and Aelon and its suburbs; and Getheremmon and its suburbs: four cities. 25 And out of the half tribe of Manasse, Tanach and its suburbs; and Jebatha and its suburbs; two cities. 26 In all [were given] ten cities, and the suburbs of each belonging to them, to the families of the sons of Caath that remained. 27 And [Joshua gave] to the sons of Gedson the Levites out of the other half tribe of Manasse cities set apart for the slayers, Gaulon in the country of Basan, and its suburbs; and Bosora and its suburbs; two cities. 28 And out of the tribe of Issachar, Kison and its suburbs; and Debba and its suburbs; 29 and Remmath and its suburbs; and the well of Letters, and its suburbs; four cities. 30 And out of the tribe of Aser, Basella and its suburbs; and Dabbon and its suburbs; 31 and Chelcat and its suburbs; and Raab and its suburbs; four cities. 32 And of the tribe of Nephthali, the city set apart for the slayer, Cades in Galilee, and its suburbs; and Nemmath, and its suburbs; and Themmon and its suburbs; three cities. 33 All the cities of Gedson according to their families [were] thirteen cities. 34 And to the family of the sons of Merari the Levites that remained, [he gave] out of the tribe of Zabulon, Maan and its suburbs; and Cades and its suburbs, 35 and Sella and its suburbs: three cities. 36 And beyond Jordan over against Jericho, out of the tribe of Ruben, the city of refuge for the slayer, Bosor in the wilderness; Miso and its suburbs; 37 and Jazer and its suburbs; and Decmon and its suburbs; and Mapha and its suburbs; four cities. 38 And out of the tribe of Gad the city of refuge for the slayer, both Ramoth in Galaad, and its suburbs; Camin and its suburbs; 39 and Esbon and its suburbs; and Jazer and its suburbs: the cities [were] four in ll. 40 All [these] cities [were given] to the sons of Merari according to the families of them that were left out of the tribe of Levi; and their limits were the twelve cities. 41 All the cities of the Levites in the midst of the possession of the children of Israel, [were] forty-eight cities, and their suburbs round about these cities: 42 a city and the suburbs round about the city to all these cities: and Joshua ceased dividing the land by their borders: and the children of Israel gave a portion to Joshua because of the commandment of the Lord: they gave him the city which he asked: they gave him Thamnasachar in mount Ephraim; and Joshua built the city, and dwelt in it: and Joshua took the knives of stone, wherewith he circumcised the children of Israel that were born in the desert by the way, and put them in Thamnasachar. 43 So the Lord gave to Israel all the land which he sware to give to their fathers: and they inherited it, and dwelt in it. 44 And the Lord gave them rest round about, as he sware to their fathers: not one of all their enemies maintained his ground against them; the Lord delivered all their enemies into their hands. 45 There failed not one of the good things which the Lord spoke to the children of Israel; all came to pass. ΚΑΙ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν Λευὶ πρὸς ᾿Ελεάζαρ τὸν ἱερέα καὶ ᾿Ιησοῦν τὸν τοῦ Ναυὴ καὶ πρὸς τοὺς ἀρχιφύλους πατριῶν ἐκ τῶν φυλῶν ᾿Ισραὴλ 2 καὶ εἶπον πρὸς αὐτοὺς ἐν Σηλὼ ἐν γῇ Χαναὰν λέγοντες· ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν. 3 καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ τοῖς λευίταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος Κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν. 4 καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ Καάθ, καὶ ἐγένετο τοῖς υἱοῖς ᾿Ααρὼν τοῖς ἱερεῦσι τοῖς Λευίταις ἀπὸ φυλῆς ᾿Ιούδα καὶ ἀπὸ φυλῆς Συμεὼν καὶ ἀπὸ φυλῆς Βενιαμὶν κληρωτὶ πόλεις δεκατρεῖς· 5 καὶ τοῖς υἱοῖς Καὰθ καταλελειμμένοις ἐκ τῆς φυλῆς ᾿Εφραὶμ καὶ ἐκ τῆς φυλῆς Δὰν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κληρωτὶ πόλεις δέκα· 6 καὶ τοῖς υἱοῖς Γεδσὼν ἀπὸ τῆς φυλῆς ᾿Ισσάχαρ καὶ ἀπὸ τῆς φυλῆς ᾿Ασὴρ καὶ ἀπὸ τῆς φυλῆς Νεφθαλὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν πόλεις δεκατρεῖς· 7 καὶ τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ῥουβὴν καὶ ἀπὸ φυλῆς Γὰδ καὶ ἀπὸ φυλῆς Ζαβουλὼν κληρωτὶ πόλεις δώδεκα. 8 καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν, ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, κληρωτί. 9 καὶ ἔδωκεν ἡ φυλὴ υἱῶν ᾿Ιούδα καὶ ἡ φυλὴ υἱῶν Συμεὼν καὶ ἀπὸ τῆς φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας, καὶ ἐπεκλήθησαν 10 τοῖς υἱοῖς ᾿Ααρὼν ἀπὸ τοῦ δήμου τοῦ Καὰθ τῶν υἱῶν Λευί, ὅτι τούτοις ἐγενήθη ὁ κλῆρος. 11 καὶ ἔδωκεν αὐτοῖς τὴν Καριαθαρβὸκ μητρόπολιν τῶν ᾿Ενὰκ (αὕτη ἐστὶ Χεβρὼν) ἐν τῷ ὄρει ᾿Ιούδα· τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς 12 καὶ τοὺς ἀγροὺς τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκεν ᾿Ιησοῦς τοῖς υἱοῖς Χάλεβ υἱοῦ ᾿Ιεφοννὴ ἐν κατασχέσει· 13 καὶ τοῖς υἱοῖς ᾿Ααρὼν ἔδωκε τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι, τὴν Χεβρὼν καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ καὶ τὴν Λεμνὰ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ. 14 καὶ τὴν Αἰλὼμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Τεμὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ 15 καὶ τὴν Γελλὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαβὶρ καὶ τὰ ἀφωρισμένα αὐτῇ 16 καὶ ᾿Ασὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Τανὺ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Βαιθσαμὺς καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων. 17 καὶ παρὰ τῆς φυλῆς Βενιαμὶν τὴν Γαβαὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαθὲθ καὶ τὰ ἀφωρισμένα αὐτῇ 18 καὶ ᾿Αναθὼθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γάμαλα καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 19 πᾶσαι αἱ πόλεις υἱῶν ᾿Ααρὼν τῶν ἱερέων δεκατρεῖς. 20 καὶ τοῖς δήμοις υἱοῖς Καὰθ τοῖς Λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν Καὰθ καὶ ἐγενήθη ἡ πόλις τῶν ἱερέων αὐτῶν ἀπὸ φυλῆς ᾿Εφραίμ, 21 καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος, τὴν Συχὲμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γάζαρα καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτῇ 22 καὶ Βαιθωρὼν καὶ τὰ ἀφωρισμένα τὰ αὐτῇ, πόλεις τέσσαρες. 23 καὶ ἐκ τῆς φυλῆς Δὰν τὴν ᾿Ελκωθαὶμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθεδὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ 24 καὶ Αἰλὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθερεμμὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 25 καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὴν Τανὰχ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν ᾿Ιεβαθὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο. 26 πᾶσαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα αὐτῇ τὰ πρὸς αὐταῖς τοῖς δήμοις υἱῶν Καὰθ τοῖς ὑπολελειμμένοις. 27 καὶ τοῖς υἱοῖς Γεδσὼν τοῖς Λευίταις ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι, τὴν Γαυλὼν ἐν τῇ Βασανίτιδι καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Βοσορὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο. 28 καὶ ἐκ τῆς φυλῆς ᾿Ισσάχαρ τὴν Κισὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δεββὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ 29 καὶ τὴν Ῥεμμὰθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 30 καὶ ἐκ τῆς φυλῆς ᾿Ασὴρ τὴν Βασελλὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαββὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ 31 καὶ Χελκὰτ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Ῥαὰβ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 32 καὶ ἐκ τῆς φυλῆς Νεφθαλὶ τὴν πόλιν τὴν ἀφωρισμένην τῷ φονεύσαντι, τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν ᾿Εμμὰθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Θεμμὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τρεῖς. 33 πᾶσαι αἱ πόλεις τοῦ Γεδσὼν κατὰ δήμους αὐτῶν πόλεις δεκατρεῖς. 34 καὶ τῷ δήμῳ υἱῶν Μεραρὶ τοῖς Λευίταις τοῖς λοιποῖς ἐκ τῆς φυλῆς Ζαβουλὼν τὴν Μαὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Κάδης καὶ τὰ περισπόρια αὐτῆς 35 καὶ Σελλὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τρεῖς. 36 καὶ πέραν τοῦ ᾿Ιορδάνου τοῦ κατὰ ῾Ιεριχὼ ἐκ τῆς φυλῆς Ῥουβήν, τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ τῇ Μισὼρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιαζὴρ καὶ τὰ περισπόρια αὐτῆς 37 καὶ τὴν Δεκμὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μαφὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τέσσαρες. 38 καὶ ἀπὸ φυλῆς Γὰδ τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Ῥαμὼθ ἐν τῇ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καμὶν καὶ τὰ περισπόρια αὐτῆς 39 καὶ τὴν ᾿Εσεβὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιαζὴρ καὶ τὰ περισπόρια αὐτῆς, πᾶσαι αἱ πόλεις τέσσαρες. 40 πᾶσαι αἱ πόλεις τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν τῶν καταλελειμμένων ἀπὸ τῆς φυλῆς τῆς Λευί· καὶ ἐγενήθη τὰ ὅρια πόλεις δεκαδύο. 41 πᾶσαι αἱ πόλεις τῶν Λευιτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν ᾿Ισραὴλ τεσσαράκοντα ὀκτὼ πόλεις καὶ τὰ περισπόρια αὐτῶν κύκλῳ τῶν πόλεων τούτων, 42 πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσι ταύταις. 42α Καὶ συνετέλεσεν ᾿Ιησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν. 42β καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ μερίδα τῷ ᾿Ιησοῖ κατὰ πρόσταγμα Κυρίου· ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο· τὴν Θαμνασαρὰχ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει ᾿Εφραίμ. 42γ καὶ ᾠκοδόμησεν ᾿Ιησοῦς τὴν πόλιν καὶ ᾤκησεν ἐν αὐτῇ. 42δ καὶ ἔλαβεν ᾿Ιησοῦς τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμε τοὺς υἱοὺς ᾿Ισραὴλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ, καὶ ἔθηκεν αὐτὰς ἐν Θαμνασαράχ. 43 Καὶ ἔδωκε Κύριος τῷ ᾿Ισραὴλ πᾶσαν τὴν γῆν, ἣν ὤμοσε δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ κατεκληρονόμησαν αὐτὴν καὶ κατῴκησαν ἐν αὐτῇ. 44 καὶ κατέπαυσεν αὐτοὺς Κύριος κυκλόθεν, καθὰ ὤμοσε τοῖς πατράσιν αὐτῶν· οὐκ ἀντέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν· πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκε Κύριος εἰς τὰς χεῖρας αὐτῶν. 45 οὐ διέπεσεν ἀπὸ πάντων τῶν ῥημάτων τῶν καλῶν, ὧν ἐλάλησε Κύριος τοῖς υἱοῖς ᾿Ισραήλ· πάντα παρεγένετο.

ELPENOR IN PRINT

« Previous   JOSHUA / ΙΗΣΟΥΣ ΝΑΥΗ   Next »

» Home of the Greek Old Testament (Table of Contents)

Random Chapter

      In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »

If you happen to see any inappropriate ad, please send us the offending web address to exclude it from these pages.
Three Millennia of Greek Literature
ELPENOR's Bilingual New Testament
 

Learned Freeware

 

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=6&page=21