Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=6&page=4

Three Millennia of Greek Literature

The Greek Old Testament (Septuagint)

Septuagint Random Chapter  /  The New Testament  



The Greek Old Testament (Septuagint) - Home and Contents

JOSHUA / ΙΗΣΟΥΣ ΝΑΥΗ

4

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | Search | Report a typo
1 And when the people had completely passed over Jordan, the Lord spoke to Joshua, saying, 2 Take men from the people, one of each tribe, 3 and charge them; and ye shall take out of the midst of Jordan twelve fit stones, and having carried them across together with yourselves, place them in your camp, where ye shall encamp for the night. 4 and Joshua having called twelve men of distinction among the children of Israel, one of each tribe, 5 said to them, Advance before me in the presence of the Lord into the midst of Jordan, and each having taken up a stone from thence, let him carry it on his shoulders, according to the number of the twelve tribes of Israel: 6 that these may be to you continually for an appointed sign, that when thy son asks thee in future, saying, What are these stones to us? 7 then thou mayest explain to thy son, saying, The river Jordan was dried up from before the ark of the covenant of the Lord of the whole earth, when it passed it: and these stones shall be for a memorial for you for the children of Israel for ever. 8 And the children of Israel did so, as the Lord commanded Joshua; and they took up twelve stones out of the midst of Jordan, (as the Lord commanded Joshua, when the children of Israel had completely passed over,) and carried these stones with them into the camp, and laid them down there. 9 And Joshua set also other twelve stones in Jordan itself, in the place that was under the feet of the priests that bore the ark of the covenant of the Lord; and there they are to this day. 10 And the priests that bore the ark of the covenant stood in Jordan, until Joshua [had] finished all that the Lord commanded him to report to the people; and the people hasted and passed over. 11 And it came to pass when all the people had passed over, that the ark of the covenant of the Lord passed over, and the stones before them. 12 And the sons of Ruben, and the sons of Gad, and the half tribe of Manasse passed over armed before the children of Israel, as Moses commanded them. 13 Forty thousand armed for battle went over before the Lord to war, to the city of Jericho. 14 In that day the Lord magnified Joshua before all the people of Israel; and they feared him, as [they did] Moses, as long as he lived. 15 And the Lord spoke to Joshua, saying, 16 Charge the priests that bear the ark of the covenant of the testimony of the Lord, to go up out of Jordan. 17 And Joshua charged the priests, saying, Go up out of Jordan. 18 And it came to pass when the priests who bore the ark of the covenant of the Lord were gone up out of Jordan, and set their feet upon the land, [that] the water of Jordan returned impetuously to its place, and went as before over all its banks. 19 And the people went up out of Jordan on the tenth day of the first month; and the children of Israel encamped in Galgala in the region eastward from Jericho. 20 And Joshua set these twelve stones which he took out of Jordan, in Galgala, 21 saying, When your sons ask you, saying, What are these stones? 22 Tell your sons, that Israel went over this Jordan on dry land, 23 when the Lord our God had dried up the water of Jordan from before them, until they had passed over; as the Lord our God did to the Red Sea, which the Lord our God dried up from before us, until we passed over. 24 That all the nations of the earth might know, that the power of the Lord is mighty, and that ye might worship the Lord our God in every work. ΚΑΙ ἐπεὶ συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν ᾿Ιορδάνην, καὶ εἶπε Κύριος τῷ ᾿Ιησοῖ λέγων· 2 παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφ’ ἑκάστης φυλῆς, 3 σύνταξον αὐτοῖς λέγων· ἀνέλεσθε ἐκ μέσου ᾿Ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς, θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα. 4 καὶ ἀνακαλεσάμενος ᾿Ιησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ, ἕνα ἀφ’ ἑκάστης φυλῆς, 5 εἶπεν αὐτοῖς· προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου Κυρίου εἰς μέσον τοῦ ᾿Ιορδάνου, καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ ᾿Ισραήλ, 6 ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διαπαντός, ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων, τί εἰσιν οἱ λίθοι οὗτοι ἡμῖν; 7 καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων· ὅτι ἐξέλιπεν ὁ ᾿Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης Κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς ᾿Ισραὴλ ἕως τοῦ αἰῶνος. 8 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ ᾿Ισραήλ, καθότι ἐνετείλατο Κύριος τῷ ᾿Ιησοῖ, καὶ ἀναλαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ ᾿Ιορδάνου, καθάπερ συνέταξε Κύριος τῷ ᾿Ιησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν ᾿Ισραήλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖ. 9 ἔστησε δὲ ᾿Ιησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ ᾿Ιορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας. 10 εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ ᾿Ιορδάνῃ, ἕως οὗ συνετέλεσεν ᾿Ιησοῦς πάντα, ἃ ἐνετείλατο Κύριος ἀναγγεῖλαι τῷ λαῷ, καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν. 11 καὶ ἐγένετο ὡς συνετέλεσε πᾶς ὁ λαὸς διαβῆναι, καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου, καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν. 12 καὶ διέβησαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ οἱ ἡμίσεις φυλῆς Μανασσῆ διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν ᾿Ισραήλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς. 13 τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον Κυρίου εἰς πόλεμον πρὸς τὴν ῾Ιεριχὼ πόλιν. 14 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησε Κύριος τὸν ᾿Ιησοῦν ἐναντίον τοῦ παντὸς γένους ᾿Ισραήλ, καὶ ἐφοβοῦντο αὐτόν, ὥσπερ Μωυσῆν, ὅσον χρόνον ἔζη. 15 Καὶ εἶπε Κύριος τῷ ᾿Ιησοῖ λέγων· 16 ἔντειλαι τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου Κυρίου ἐκβῆναι ἐκ τοῦ ᾿Ιορδάνου. 17 καὶ ἐνετείλατο ᾿Ιησοῦς τοῖς ἱερεῦσι λέγων· ἔκβητε ἐκ τοῦ ᾿Ιορδάνου. 18 καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐκ τοῦ ᾿Ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς, ὥρμησε τὸ ὕδωρ τοῦ ᾿Ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ χθὲς καὶ τρίτην ἡμέραν δι’ ὅλης τῆς κρηπίδος. 19 καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ ᾿Ιορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου· καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν Γαλγάλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς ῾Ιεριχώ. 20 καὶ τοὺς δώδεκα λίθους τούτους, οὓς ἔλαβεν ἐκ τοῦ ᾿Ιορδάνου, ἔστησεν ᾿Ιησοῦς ἐν Γαλγάλοις 21 λέγων· ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες· τί εἰσιν οἱ λίθοι οὗτοι; 22 ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν, ὅτι ἐπὶ ξηρᾶς διέβη ᾿Ισραὴλ τὸν ᾿Ιορδάνην τοῦτον, 23 ἀποξηράναντος Κυρίου τοῦ Θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ ᾿Ιορδάνου ἐκ τῶν ἔμπροσθεν αὐτῶν, μέχρις οὗ διέβησαν· καθάπερ ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν, ἣν ἀπεξήρανε Κύριος ὁ Θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν, ἕως παρήλθομεν, 24 ὅπως γνῶσι πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι ἡ δύναμις τοῦ Κυρίου ἰσχυρά ἐστι, καὶ ἵνα ὑμεῖς σέβησθε Κύριον τὸν Θεὸν ἡμῶν ἐν παντὶ χρόνῳ.

ELPENOR IN PRINT

« Previous   JOSHUA / ΙΗΣΟΥΣ ΝΑΥΗ   Next »

» Home of the Greek Old Testament (Table of Contents)

Random Chapter

      In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »

If you happen to see any inappropriate ad, please send us the offending web address to exclude it from these pages.
Three Millennia of Greek Literature
ELPENOR's Bilingual New Testament
 

Learned Freeware

 

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=6&page=4