|
A Rationale of Sleep, of Yawning, and of Dreams
Patrologia Graeca 44.165-173 * Greek Fonts
But this ordinary seeing of dreams is common to all men, and arises in
our fancies in different modes and forms: for either there remain, as
we have said, in the reminiscent part of the soul, the echoes of daily
occupations; or, as often happens, the constitution of dreams is
framed with regard to such and such a condition of the body: for thus
the thirsty man seems to be among springs, the man who is in need of
food to be at a feast, and the young man in the heat of youthful
vigour is beset by fancies corresponding to his passion. |
Ἡ δὲ συνήθης αὕτη τῶν ὀνείρων ὄψις κοινὴ πάντων ἐστί͵ πολυτρόπως καὶ πολυειδῶς ταῖς φαντασίαις ἐγγινομένη. ῍Η γὰρ παραμένει͵ καθὼς εἴρηται͵ τῷ μνημονικῷ τῆς ψυχῆς τῶν μεθημερινῶν ἐπιτηδευμάτων τὰ ἀπηχήματα, ἢ πολλάκις καὶ πρὸς τὰς ποιὰς τοῦ σώματος διαθέσεις ἡ τῶν ἐνυπνίων κατάστασις ἀνατυποῦται. Οὕτω γὰρ ὁ διψώδης ἐν πηγαῖς εἶναι δοκεῖ καὶ ἐν εὐωχίαις ὁ τροφῆς προσδεόμενος καὶ ὁ νέος͵ σφριγώσης αὐτῷ τῆς ἡλικίας͵ καταλλήλῳ τῷ πάθει φαντασιοῦται.Ἔγνων δὲ καὶ ἄλλην ἐγὼ τῶν καθ' ὕπνου γενομένων αἰτίαν͵ θεραπεύων τινὰ τῶν ἐπιτηδείων ἑαλωκότα φρενίτιδι͵ ὃς βαρούμενος τῇ τροφῇ πλείονι τῆς δυνάμεως αὐτοῦ προσενεχθείσῃ͵ ἐβόα τοὺς περιεστῶτας μεμφόμενος͵ ὅτι ἔντερα κόπρου πληρώσαντες εἶεν ἐπιτεθεικότες αὐτῷ. [173] Καὶ ἤδη τοῦ σώματος αὐτῷ πρὸς ἱδρῶτα σπεύδοντος͵ ᾐτιᾶτο τοὺς παρόντας ὕδωρ ἔχειν ἡτοιμασμένον͵ ἐφ' ᾧ τε καταβρέξαι κείμενον͵ καὶ οὐκ ἐνεδίδου βοῶν͵ ἕως ἡ ἔκβασις τῶν τοιούτων μέμψεων τὰς αἰτίας ἡρμήνευσεν. Ἀθρόως γὰρ ἱδρώς τε πολὺς ἐπεῤῥύη τῷ σώματι καὶ ἡ γαστὴρ ὑποφθαρεῖσα τὴν ἐν τοῖς ἐντέροις βαρύτητα διεσήμανεν. Ὅπερ τοίνυν͵ ἀμβλυνθείσης ὑπὸ τῆς νόσου τῆς νήψεως͵ ἔπασχεν ἡ φύσις συνδιατιθεμένη τῷ πάθει τοῦ σώματος͵ τοῦ μὲν ὀχλοῦντος οὐκ ἀναισθήτως ἔχουσα͵ διασαφῆναι δὲ τὸ λυποῦν ἐναργῶς͵ διὰ τὴν ἐκ τῆς νόσου παραφορὰν οὐκ ἰσχύουσα· τοῦτο κατὰ τὸ εἰκός͵ εἰ μὴ ἐξ ἀῤῥωστίας͵ ἀλλὰ τῷ κατὰ φύσιν ὕπνῳ τὸ διανοητικὸν τῆς ψυχῆς κατηυνάσθη͵ ἐνύπνιον ἂν τῷ οὕτως διακειμένῳ ἐγίνετο͵ ὕδατι μὲν τῆς τοῦ ἱδρῶτος ἐπιῤῥοῆς͵ ἐντέρων δὲ βάρει τῆς κατὰ τὴν τροφὴν ἀχθηδόνος σημαινομένης. |
Previous chapter * Index * Next chapter
Reference address : https://www.ellopos.net/elpenor/physis/nyssa-man/13.asp?pg=8