|
A Rationale of Sleep, of Yawning, and of Dreams
Patrologia Graeca 44.165-173 * Greek Fonts
So the butler presses the cluster for Pharaoh's cup: so the baker
seemed to carry his baskets; each supposing himself in sleep to be
engaged in those services with which he was busied when awake: for the
images of their customary occupations imprinted on the prescient
element of their soul, gave them for a time the power of foretelling,
by this sort of prophecy on the part of the mind, what should come to
pass.
|
Οὕτως ὁ οἰνοχόος ἐκθλίβει τὴν βότρυν τῇ κύλικι τοῦ Φαραώ, οὕτω κανηφορεῖν ὁ σιτοποιὸς ἐφαντάσθη͵ ἐν οἷς καθ' ὕπαρ ἑκάτερος τὴν σπουδὴν εἶχεν͵ ἐν τούτοις εἶναι καὶ διὰ τῶν ὀνείρων οἰόμενος. Τῶν γὰρ συνήθων αὐτοῖς ἐπιτηδευμάτων τὰ εἴδωλα τῷ προγνωστικῷ τῆς ψυχῆς ἐντυπωθέντα͵ παρέσχεν ἐπὶ καιροῦ τῶν ἐκβησομένων διὰ τῆς τοιαύτης τοῦ νοῦ προφητείας καταμαντεύσασθαι.Εἰ δὲ Δανιὴλ καὶ Ἰωσὴφ καὶ οἱ κατ' ἐκείνους θείᾳ δυνάμει μηδεμιᾶς αὐτοὺς ἐπιθολούσης αἰσθήσεως τὴν τῶν μελλόντων γνῶσιν προεπαιδεύοντο͵ οὐδὲν τοῦτο πρὸς τὸν προκείμενον λόγον. Οὐδὲ γὰρ ἄν τις ταῦτα τῇ δυνάμει τῶν ἐνυπνίων λογίσαιτο͵ ἐπεὶ πάντως ἐκ τοῦ ἀκολούθου καὶ τὰς καθ' ὕπαρ γινομένας θεοφανείας οὐκ ὀπτασίαν͵ ἀλλὰ φύσεως ἀκολουθίαν κατὰ τὸ αὐτόματον ἐνεργουμένην οἰήσεται. Ὥσπερ τοίνυν πάντων ἀνθρώπων κατὰ τὸν ἴδιον νοῦν διοικουμένων͵ ὀλίγοι τινές εἰσιν οἱ τῆς θείας ὁμιλίας ἐκ τοῦ ἐμφανοῦς ἀξιούμενοι, οὕτω κοινῶς πᾶσι καὶ ὁμοτίμως τῆς ἐν ὕπνοις φαντασίας κατὰ φύσιν ἐγγινομένης͵ μετέχουσί τινες͵ οὐχὶ πάντες͵ θειοτέρας τινὸς διὰ τῶν ὀνείρων τῆς ἐμφανείας. Τοῖς δ' ἄλλοις πᾶσι κἂν γένηταί τις ἐξ ἐνυπνίων περί τι πρόγνωσις͵ κατὰ τὸν εἰρημένον γίνεται τρόπον.Εἰ δὲ καὶ ὁ Αἰγύπτιος καὶ ὁ Ἀσσύριος τύραννος θεόθεν πρὸς τὴν τῶν μελλόντων ὡδηγοῦντο γνῶσιν͵ ἑτερόν ἐστι τὸ διὰ τούτων οἰκονομούμενον, φανερωθῆναι γὰρ ἔδει κεκρυμμένην τὴν τῶν ἁγίων σοφίαν͵ ὡς ἂν μὴ ἄχρηστος τῷ κοινῷ παραδράμῃ τὸν βίον. Πῶς γὰρ ἐγνώσθη τοιοῦτος ὢν Δανιήλ͵ μὴ τῶν ἐπαοιδῶν καὶ μάγων πρὸς τὴν εὕρεσιν τῆς φαντασίας ἀτονησάντων͵ Πῶς δ' ἂν περιεσώθη τὸ Αἰγύπτιον ἔθνος͵ ἐν δεσμωτηρίῳ καθειργμένου τοῦ Ἰωσήφ͵ εἰ μὴ παρήγαγεν εἰς μέσους αὐτὸν ἡ τοῦ ἐνυπνίου κρίσις; Οὐκοῦν ἄλλο τι ταῦτα͵ καὶ οὐχὶ κατὰ τὰς κοινὰς φαντασίας λογίζεσθαι χρή. |
Previous chapter * Index * Next chapter
Reference address : https://www.ellopos.net/elpenor/physis/nyssa-man/13.asp?pg=7