Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=2&page=8

Three Millennia of Greek Literature

The Greek Old Testament (Septuagint)

Septuagint Random Chapter  /  The New Testament  



The Greek Old Testament (Septuagint) - Home and Contents

EXODUS / ΕΞΟΔΟΣ

8

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | 28 | 29 | 30 | 31 | 32 | 33 | 34 | 35 | 36 | 37 | 38 | 39 | 40 | Search | Report a typo
1 And the Lord said to Moses, Say to Aaron thy brother, Stretch forth with the hand thy rod over the rivers, and over the canals, and over the pools, and bring up the frogs. 2 And Aaron stretched forth his hand over the waters of Egypt, and brought up the frogs: and the frog was brought up, and covered the land of Egypt. 3 And the charmers of the Egyptians also did likewise with their sorceries, and brought up the frogs on the land of Egypt. 4 And Pharao called Moses and Aaron, and said, Pray for me to the Lord, and let him take away the frogs from me and from my people; and I will send them away, and they shall sacrifice to the Lord. 5 And Moses said to Pharao, Appoint me [a time] when I shall pray for thee, and for thy servants, and for thy people, to cause the frogs to disappear from thee, and from thy people, and from your houses, only in the river shall they be left behind. 6 And he said, On the morrow: he said therefore, As thou has said; that thou mayest know, that there is no other [God] but the Lord. 7 And the frogs shall be removed away from thee, and from your houses and from the villages, and from thy servants, and from thy people, only in the river they shall be left. 8 And Moses and Aaron went forth from Pharao, and Moses cried to the Lord concerning the restriction of the frogs, as Pharao appointed him. 9 And the Lord did as Moses said, and the frogs died out of the houses, and out of the villages, and out of the fields. 10 And they gathered them together in heaps, and the land stank. 11 And when Pharao saw that there was relief, his heart was hardened, and he did not hearken to them, as the Lord spoke. 12 And the Lord said to Moses, Say to Aaron, Stretch forth thy rod with thy hand and smite the dust of the earth; and there shall be lice both upon man, and upon quadrupeds, and in all the land of Egypt. 13 So Aaron stretched out his rod with his hand, and smote the dust of the earth; and the lice were on men and on quadrupeds, and in all the dust of the earth there were lice. 14 And the charmers also did so with their sorceries, to bring forth the louse, and they could not. And the lice were both on the men and on the quadrupeds. 15 So the charmers said to Pharao, This is the finger of God. But the heart of Pharao was hardened, and he hearkened not to them, as the Lord said. 16 And the Lord said to Moses, Rise up early in the morning, and stand before Pharao: and behold, he will go forth to the water, and thou shalt say to him, These things says the Lord: Send away my people, that they may serve me in the wilderness. 17 And if thou wilt not let my people go, behold, I send upon thee, and upon thy servants, and upon thy people, and upon your houses, the dog-fly; and the houses of the Egyptians shall be filled with the dog-fly, even throughout the land upon which they are. 18 and I will distinguish marvelously in that day the land of Gesem, on which my people dwell, in which the dog-fly shall not be: that thou mayest know that I am the Lord the God of all the earth. 19 And I will put a difference between my people and thy people, and on the morrow shall this be on the land. And the Lord did thus. 20 And the dog-fly came in abundance into the houses of Pharao, and into the houses of his servants, and into all the land of Egypt; and the land was destroyed by the dog-fly. 21 And Pharao called Moses and Aaron, saying, Go and sacrifice to the Lord your God in the land. 22 And Moses said, It cannot be so, for we shall sacrifice to the Lord our God the abominations of the Egyptians; for if we sacrifice the abominations of the Egyptians before them, we shall be stoned. 23 We will go a journey of three days into the wilderness, and we will sacrifice to the Lord our God, as the Lord said to us. 24 And Pharao said, I [will] let you go, and do ye sacrifice to your God in the wilderness, but do not go very far away: pray then for me to the Lord. 25 And Moses said, I then will go forth from thee and pray to God, and the dog-fly shall depart both from thy servants, and from thy people to-morrow. Do not thou, Pharao, deceive again, so as not to send the people away to do sacrifice to the Lord. 26 And Moses went out from Pharao, and prayed to God. 27 And the Lord did as Moses said, and removed the dog-fly from Pharao, and from his servants, and from his people, and there was not one left. 28 And Pharao hardened his heart, even on this occasion, and he would not send the people away. ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν· εἰπὸν ᾿Ααρὼν τῷ ἀδελφῷ σου· ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου ἐπὶ τοὺς ποταμοὺς καὶ ἐπὶ τὰς διώρυγας καὶ ἐπὶ τὰ ἕλη καὶ ἀνάγαγε τοὺς βατράχους· 2 καὶ ἐξέτεινεν ᾿Ααρὼν τὴν χεῖρα ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἀνήγαγε τοὺς βατράχους· καὶ ἀνεβιβάσθη ὁ βάτραχος καὶ ἐκάλυψε τὴν γῆν Αἰγύπτου. 3 ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν καὶ ἀνήγαγον τοὺς βατράχους ἐπὶ γῆν Αἰγύπτου. 4 καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ ᾿Ααρὼν καὶ εἶπεν· εὔξασθε περὶ ἐμοῦ πρὸς Κύριον, καὶ περιελέτω τοὺς βατράχους ἀπ᾿ ἐμοῦ καὶ ἀπὸ τοῦ ἐμοῦ λαοῦ, καὶ ἐξαποστελῶ αὐτούς, καὶ θύσωσι τῷ Κυρίῳ. 5 εἶπε δὲ Μωυσῆς πρὸς Φαραώ· τάξαι πρός με πότε εὔξομαι περὶ σοῦ καὶ περὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ τοῦ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν, πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται. 6 ὁ δὲ εἶπεν· εἰς αὔριον. εἶπεν οὖν· ὡς εἴρηκας, ἵνα εἰδῇς ὅτι οὐκ ἔστι ἄλλος πλὴν Κυρίου· 7 καὶ περιαιρεθήσονται οἱ βάτραχοι ἀπὸ σοῦ καὶ ἀπὸ τῶν οἰκιῶν ὑμῶν καὶ ἀπὸ τῶν ἐπαύλεων καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ ἀπὸ τοῦ λαοῦ σου, πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται. 8 ἐξῆλθε δὲ Μωυσῆς καὶ ᾿Ααρὼν ἀπὸ Φαραώ· καὶ ἐβόησε Μωυσῆς πρὸς Κύριον περὶ τοῦ ὁρισμοῦ τῶν βατράχων, ὡς ἐτάξατο Φαραώ. 9 ἐποίησε δὲ Κύριος καθάπερ εἶπε Μωυσῆς καὶ ἐτελεύτησαν οἱ βάτραχοι ἐκ τῶν οἰκιῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἐκ τῶν ἀγρῶν· 10 καὶ συνήγαγον αὐτοὺς θημωνίας θημωνίας, καὶ ὤζεσεν ἡ γῆ. 11 ἰδὼν δὲ Φαραὼ ὅτι γέγονεν ἀνάψυξις, ἐβαρύνθη ἡ καρδία αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησε Κύριος. 12 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· εἰπὸν ᾿Ααρών, ἔκτεινον τῇ χειρὶ τὴν ράβδον σου καὶ πάταξον τὸ χῶμα τῆς γῆς, καὶ ἔσονται σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι καὶ ἐν πάσῃ γῇ Αἰγύπτου. 13 ἐξέτεινεν οὖν ᾿Ααρὼν τῇ χειρὶ τὴν ράβδον καὶ ἐπάταξε τὸ χῶμα τῆς γῆς, καὶ ἐγένοντο οἱ σκνῖφες ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι, καὶ ἐν παντὶ χώματι τῆς γῆς ἐγένοντο οἱ σκνῖφες. 14 ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ταῖς φαρμακείαις αὐτῶν ἐξαγαγεῖν τὸν σκνῖφα καὶ οὐκ ἠδύναντο. καὶ ἐγένοντο οἱ σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν. 15 εἶπαν οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραώ· δάκτυλος Θεοῦ ἐστι τοῦτο. καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησε Κύριος. 16 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ὄρθρισον τὸ πρωΐ καὶ στῆθι ἐναντίον Φαραώ· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ, καὶ ἐρεῖς πρὸς αὐτόν· τάδε λέγει Κύριος· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν ἐν τῇ ἐρήμῳ· 17 ἐὰν δὲ μὴ βούλῃ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐξαποστέλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς οἴκους ὑμῶν κυνόμυιαν, καὶ πλησθήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνομυίης καὶ εἰς τὴν γῆν, ἐφ᾿ ἧς εἰσιν ἐπ᾿ αὐτῆς. 18 καὶ παραδοξάσω ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν γῆν Γεσέμ, ἐφ᾿ ἧς ὁ λαός μου ἔπεστιν ἐπ᾿ αὐτῆς, ἐφ᾿ ἧς οὐκ ἔσται ἐκεῖ ἡ κυνόμυια, ἵνα εἰδῇς ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς πάσης τῆς γῆς. 19 καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ λαοῦ καὶ ἀνὰ μέσον τοῦ σοῦ λαοῦ· ἐν δὲ τῇ αὔριον ἔσται τὸ σημεῖον τοῦτο ἐπὶ τῆς γῆς. 20 ἐποίησε δὲ Κύριος οὕτως, καὶ παρεγένετο ἡ κυνόμυια πλῆθος εἰς τοὺς οἴκους Φαραὼ καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων αὐτοῦ καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἐξωλοθρεύθη ἡ γῆ ἀπὸ τῆς κυνομυίης. 21 ἐκάλεσε δὲ Φαραὼ Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· ἐλθόντες θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ. 22 καὶ εἶπε Μωυσῆς· οὐ δυνατὸν γενέσθαι οὕτως· τὰ γὰρ βδελύγματα τῶν Αἰγυπτίων θύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἐὰν γὰρ θύσωμεν τὰ βδελύγματα τῶν Αἰγυπτίων ἐναντίον αὐτῶν, λιθοβοληθησόμεθα. 23 ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα εἰς τὴν ἔρημον καὶ θύσομεν τῷ Θεῷ ἡμῶν, καθάπερ εἶπε Κύριος ἡμῖν. 24 καὶ εἶπε Φαραώ· ἐγὼ ἀποστέλλω ὑμᾶς, καὶ θύσατε τῷ Θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ, ἀλλ᾿ οὐ μακρὰν ἀποτενεῖτε πορευθῆναι· εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον. 25 εἶπε δὲ Μωυσῆς· ῞Οδεἐγὼ ἐξελεύσομαι ἀπὸ σοῦ καὶ εὔξομαι πρὸς τὸν Θεόν, καὶ ἀπελεύσεται ἡ κυνόμυια καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ ἀπὸ τοῦ λαοῦ σου αὔριον· μὴ προσθῇς ἔτι, Φαραώ, ἐξαπατῆσαι τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαὸν θῦσαι Κυρίῳ. 26 ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν Θεόν· 27 ἐποίησε δὲ Κύριος καθάπερ εἶπε Μωυσῆς, καὶ περιεῖλε τὴν κυνόμυιαν ἀπὸ Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ, καὶ οὐ κατελείφθη οὐδεμία. 28 καὶ ἐβάρυνε Φαραὼ τὴν καρδίαν αὐτοῦ καὶ ἐπὶ τοῦ καιροῦ τούτου, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τὸν λαόν.

« Previous   EXODUS / ΕΞΟΔΟΣ   Next »

» Home of the Greek Old Testament (Table of Contents)

Random Chapter

      In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »

The Authentic Greek New Testament Bilingual New Testament I
Three Millennia of Greek Literature
ELPENOR's Bilingual New Testament
 

Learned Freeware

 

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=2&page=8