Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=2&page=10

Three Millennia of Greek Literature

The Greek Old Testament (Septuagint)

Septuagint Random Chapter  /  The New Testament  



The Greek Old Testament (Septuagint) - Home and Contents

EXODUS / ΕΞΟΔΟΣ

10

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | 28 | 29 | 30 | 31 | 32 | 33 | 34 | 35 | 36 | 37 | 38 | 39 | 40 | Search | Report a typo
1 And the Lord spoke to Moses, saying, Go in to Pharao: for I have hardened his heart and the heart of his servants, that these signs may come upon them; in order 2 that ye may relate in the ears of your children, and to your children’s children, in how many things I have mocked the Egyptians, and my wonders which I wrought among them; and ye shall know that I [am] the Lord. 3 And Moses and Aaron went in before Pharao, and they said to him, These things saith the Lord God of the Hebrews, How long dost thou refuse to reverence me? Send my people away, that they may serve me. 4 But if thou wilt not send my people away, behold, at this hour to-morrow I will bring an abundance of locusts upon all thy coasts. 5 And they shall cover the face of the earth, and thou shalt not be able to see the earth; and they shall devour all that is left of the abundance of the earth, which the hail has left you, and shall devour every tree that grows for you on the land. 6 And thy houses shall be filled, and the houses of thy servants, and all the houses in all the land of the Egyptians; things which thy fathers have never seen, nor their forefathers, from the day that they were upon the earth until this day. And Moses turned away and departed from Pharao. 7 And the servants of Pharao say to him, How long shall this be a snare to us? send away the men, that they may serve their God; wilt thou know that Egypt is destroyed? 8 And they brought back both Moses and Aaron to Pharao; and he said to them, Go and serve the Lord your God; but who are they that are going with you? 9 And Moses said, We will go with the young and the old, with our sons, and daughters, and sheep, and oxen, for it is a feast of the Lord. 10 And he said to them, So let the Lord be with you: as I [will] send you away, [must I send away] you store also? see that evil is attached to you. 11 Not so, but let the men go and serve God, for this ye yourselves seek; and they cast them out from the presence of Pharao. 12 And the Lord said to Moses, Stretch out thine hand over the land of Egypt, and let the locust come up on the land, and it shall devour every herb of the land, and all the fruit of the trees, which the hail left. 13 And Moses lifted up his rod towards heaven, and the Lord brought a south wind upon the earth, all that day and all that night: the morning dawned, and the south wind brought up the locusts, 14 and brought them up over all the land of Egypt. And they rested in very great abundance over all the borders of Egypt. Before them there were not such locusts, neither after them shall there be. 15 And they covered the face of the earth, and the land was wasted, and they devoured all the herbage of the land, and all the fruit of the trees, which was left by the hail: there was no green thing left on the trees, nor on all the herbage of the field, in all the land of Egypt. 16 And Pharao hasted to call Moses and Aaron, saying, I have sinned before the Lord your God, and against you; 17 pardon therefore my sin yet this time, and pray to the Lord your God, and let him take away from me this death. 18 And Moses went forth from Pharao, and prayed to God. 19 And the Lord brought in the opposite direction a strong wind from the sea, and took up the locusts and cast them into the Red Sea, and there was not one locust left in all the land of Egypt. 20 And the Lord hardened the heart of Pharao, and he did not send away the children of Israel. 21 And the Lord said to Moses, Stretch out thy hand to heaven, and let there be darkness over the land of Egypt-- darkness that may be felt. 22 And Moses stretched out his hand to heaven, and there was darkness very black, even a storm over all the land of Egypt three days. 23 And for three days no man saw his brother, and no man rose up from his bed for three days: but all the children of Israel had light in all the places where they were. 24 And Pharao called Moses and Aaron, saying, Go, serve the Lord your God, only leave your sheep and your oxen, and let your store depart with you. 25 And Moses said, Nay, but thou shalt give to us whole burnt-offerings and sacrifices, which we will sacrifice to the Lord our God. 26 And our cattle shall go with us, and we will not leave a hoof behind, for of them we will take to serve the Lord our God: but we know not in what manner we shall serve the Lord our God, until we arrive there. 27 But the Lord hardened the heart of Pharao, and he would not let them go. 28 And Pharao says, Depart from me, beware of seeing my face again, for in what day thou shalt appear before me, thou shalt die. 29 And Moses says, Thou hast said, I will not appear in thy presence again. ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν λέγων· εἴσελθε πρὸς Φαραώ· ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ, ἵνα ἑξῆς ἐπέλθῃ τὰ σημεῖα ταῦτα ἐπ᾿ αὐτούς· 2 ὅπως διηγήσησθε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν, ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις, καὶ τὰ σημεῖά μου, ἃ ἐποίησα ἐν αὐτοῖς, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος. 3 εἰσῆλθε δὲ Μωυσῆς καὶ ᾿Ααρὼν ἐναντίον Φαραὼ καὶ εἶπαν αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς τῶν ῾Εβραίων· ἕως τίνος οὐ βούλῃ ἐντραπῆναί με; ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι. 4 ἐὰν δὲ μὴ θέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου, 5 καὶ καλύψει τὴν ὄψιν τῆς γῆς, καὶ οὐ δυνήσῃ κατιδεῖν τὴν γῆν, καὶ κατέδεται πᾶν τὸ περισσὸν τῆς γῆς τὸ καταλειφθέν, ὃ κατέλιπεν ὑμῖν ἡ χάλαζα, καὶ κατέδεται πᾶν ξύλον τὸ φυόμενον ὑμῖν ἐπὶ τῆς γῆς· 6 καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Αἰγυπτίων, ἃ οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου, οὐδ᾿ οἱ πρόπαπποι αὐτῶν, ἀφ᾿ ἧς ἡμέρας γεγόνασιν ἐπὶ τῆς γῆς ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐκκλίνας Μωυσῆς ἐξῆλθεν ἀπὸ Φαραώ. 7 καὶ λέγουσιν οἱ θεράποντες Φαραὼ πρὸς αὐτόν· ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον; ἐξαπόστειλον τοὺς ἀνθρώπους, ὅπως λατρεύσωσι τῷ Θεῷ αὐτῶν· ἢ εἰδέναι βούλῃ ὅτι ἀπόλωλεν Αἴγυπτος; 8 καὶ ἀπέστρεψαν τόν τε Μωυσῆν καὶ ᾿Ααρὼν πρὸς Φαραώ, καὶ εἶπεν αὐτοῖς· πορεύεσθε καὶ λατρεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν· τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοι; 9 καὶ λέγει Μωυσῆς· σὺν τοῖς νεανίσκοις καὶ πρεσβυτέροις πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ θυγατράσι καὶ προβάτοις καὶ βουσὶν ἡμῶν· ἔστι γὰρ ἑορτὴ Κυρίου τοῦ Θεοῦ ἡμῶν. 10 καὶ εἶπε πρὸς αὐτούς· ἔστω οὕτω, Κύριος μεθ᾿ ὑμῶν· καθότι ἀποστέλλω ὑμᾶς, μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν; ἴδετε ὅτι πονηρία πρόσκειται ὑμῖν. 11 μὴ οὕτως· πορευέσθωσαν δὲ οἱ ἄνδρες, καὶ λατρευσάτωσαν τῷ Θεῷ· τοῦτο γὰρ αὐτοὶ ἐκζητεῖτε. ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου Φαραώ. 12 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρα ἐπὶ γῆν Αἰγύπτου, καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃν ὑπελίπετο ἡ χάλαζα. 13 καὶ ἐπῇρε Μωυσῆς τὴν ῥάβδον εἰς τὸν οὐρανόν, καὶ Κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γῆν, ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· τὸ πρωΐ ἐγενήθη, καὶ ὁ ἄνεμος ὁ νότος ἀνέλαβε τὴν ἀκρίδα 14 καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα· προτέρα αὐτῆς οὐ γέγονε τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως. 15 καὶ ἐκάλυψε τὴν ὄψιν τῆς γῆς, καὶ ἐφθάρη ἡ γῆ· καὶ κατέφαγε πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃς ὑπελείφθη ἀπὸ τῆς χαλάζης· οὐχ ὑπελείφθη χλωρὸν οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνῃ τοῦ πεδίου, ἐν πάσῃ γῇ Αἰγύπτου. 16 κατέσπευδε δὲ Φαραὼ καλέσαι Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· ἡμάρτηκα ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς· 17 προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν καὶ προσεύξασθε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, καὶ περιελέτω ἀπ᾿ ἐμοῦ τὸν θάνατον τοῦτον. 18 ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν Θεόν. 19 καὶ μετέβαλε Κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν, καὶ ἀνέλαβε τὸν ἀκρίδα καὶ ἔβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν, καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου. 20 καὶ ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ. καὶ οὐκ ἐξαπέστειλε τοὺς υἱοὺς ᾿Ισραήλ. 21 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ γενηθήτω σκότος ἐπὶ γῆς Αἰγύπτου, ψηλαφητὸν σκότος. 22 ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ ἐγένετο σκότος γνόφος, θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας, 23 καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ τοῖς υἱοῖς ᾿Ισραὴλ φῶς ἦν ἐν πᾶσιν, οἷς κατεγίνοντο. 24 καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· βαδίζετε, λατρεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν, πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολείπεσθε· καὶ ἡ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεθ᾿ ὑμῶν, 25 καὶ εἶπε Μωυσῆς· ἀλλὰ καὶ σὺ δώσει ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας, ἃ ποιήσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν· 26 καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ᾿ ἡμῶν, καὶ οὐχ ὑπολειψόμεθα ὁπλήν· ἀπ᾿ αὐτῶν γὰρ ληψόμεθα λατρεῦσαι Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἡμεῖς δὲ οὐκ οἴδαμεν τί λατρεύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἕως τοῦ ἐλθεῖν ἡμᾶς ἐκεῖ. 27 ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραὼ καὶ οὐκ ἐβουλήθη ἐξαποστεῖλαι αὐτούς. 28 καὶ λέγει Φαραώ· ἄπελθε ἀπ᾿ ἐμοῦ· πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον· ᾗ δ᾿ ἂν ἡμέρᾳ ὀφθῇς μοι, ἀποθανῇ. 29 λέγει δὲ Μωυσῆς· εἴρηκας· οὐκ ἔτι ὀφθήσομαί σοι εἰς πρόσωπον.

ELPENOR IN PRINT

« Previous   EXODUS / ΕΞΟΔΟΣ   Next »

» Home of the Greek Old Testament (Table of Contents)

Random Chapter

      In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »

If you happen to see any inappropriate ad, please send us the offending web address to exclude it from these pages.
Three Millennia of Greek Literature
ELPENOR's Bilingual New Testament
 

Learned Freeware

 

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=2&page=10