Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=2&page=14

Three Millennia of Greek Literature

The Greek Old Testament (Septuagint)

Septuagint Random Chapter  /  The New Testament  



The Greek Old Testament (Septuagint) - Home and Contents

EXODUS / ΕΞΟΔΟΣ

14

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | 28 | 29 | 30 | 31 | 32 | 33 | 34 | 35 | 36 | 37 | 38 | 39 | 40 | Search | Report a typo
1 And the Lord spoke to Moses, saying, 2 Speak to the children of Israel, and let them turn and encamp before the village, between Magdol and the sea, opposite Beel-sepphon: before them shalt thou encamp by the sea. 3 And Pharao will say to his people, As for these children of Israel, they are wandering in the land, for the wilderness has shut them in. 4 And I will harden the heart of Pharao, and he shall pursue after them; and I will be glorified in Pharao, and in all his host, and all the Egyptians shall know that I am the Lord. And they did so. 5 And it was reported to the king of the Egyptians that the people had fled: and the heart of Pharao was turned, and that of his servants against the people; and they said, What is this that we have done, to let the children of Israel go, so that they should not serve us? 6 So Pharao yoked his chariots, and led off all his people with himself: 7 having also taken six hundred chosen chariots, and all the cavalry of the Egyptians, and rulers over all. 8 And the Lord hardened the heart of Pharao king of Egypt, and of his servants, and he pursued after the children of Israel; and the children of Israel went forth with a high hand. 9 And the Egyptians pursued after them, and found them encamped by the sea; and all the cavalry and the chariots of Pharao, and the horsemen, and his host [were] before the village, over against Beel-sepphon. 10 And Pharao approached, and the children of Israel having looked up, beheld, and the Egyptians encamped behind them: and they were very greatly terrified, and the children of Israel cried to the Lord; 11 and said to Moses, Because there were no graves in the land of Egypt, hast thou brought us forth to slay [us] in the wilderness? What is this that thou hast done to us, having brought us out of Egypt? 12 Is not this the word which we spoke to thee in Egypt, saying, Let us alone that we may serve the Egyptians? for it is better for us to serve the Egyptians than to die in this wilderness. 13 And Moses said to the people, Be of good courage: stand and see the salvation which is from the Lord, which he will work for us this day; for as ye have seen the Egyptians to-day, ye shall see them again no more for ever. 14 The Lord shall fight for you, and ye shall hold your peace. 15 and the Lord said to Moses, Why criest thou to me? speak to the children of Israel, and let them proceed. 16 And do thou lift up thy rod, and stretch forth thy hand over the sea, and divide it, and let the children of Israel enter into the midst of the sea on the dry land. 17 And lo! I will harden the heart of Pharao and of all the Egyptians, and they shall go in after them; and I will be glorified upon Pharao, and on all his host, and on his chariots and his horses. 18 And all the Egyptians shall know that I am the Lord, when I am glorified upon Pharao and upon his chariots and his horses. 19 And the angel of God that went before the camp of the children of Israel removed and went behind, and the pillar of the cloud also removed from before them and stood behind them. 20 And it went between the camp of the Egyptians and the camp of Israel, and stood; and there was darkness and blackness; and the night passed, and they came not near to one another during the whole night. 21 And Moses stretched forth his hand over the sea, and the Lord carried back the sea with a strong south wind all the night, and made the sea dry, and the water was divided. 22 And the children of Israel went into the midst of the sea on the dry land, and the water of it was a wall on the right hand and a wall on the left. 23 And the Egyptians pursued them and went in after them, and every horse of Pharao, and his chariots, and his horsemen, into the midst of the sea. 24 And it came to pass in the morning watch that the Lord looked forth on the camp of the Egyptians through the pillar of fire and cloud, and troubled the camp of the Egyptians, 25 and bound the axle-trees of their chariots, and caused them to go with difficulty; and the Egyptians said, Let us flee from the face of Israel, for the Lord fights for them against the Egyptians. 26 And the Lord said to Moses, Stretch forth tine hand over the sea, and let the water be turned back to its place, and let it cover the Egyptians [coming] both upon the chariots and the riders. 27 And Moses stretched forth his hand over the sea, and the water returned to its place toward day; and the Egyptians fled from the water, and the Lord shook off the Egyptians in the midst of the sea. 28 and the water returned and covered the chariots and the riders, and all the forces of Pharao, who entered after them into the sea: and there was not left of them even one. 29 But the children of Israel went along dry land in the midst of the sea, and the water was to them a wall on the right hand, and a wall on the left. 30 So the Lord delivered Israel in that day from the hand of the Egyptians, and Israel saw the Egyptians dead by the shore of the sea. 31 And Israel saw the mighty hand, the [things] which the Lord did to the Egyptians; and the people feared the Lord, and they believed God and Moses his servant. ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 2 λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἀποστρέψαντες στρατοπεδευσάτωσαν ἀπέναντι τῆς ἐπαύλεως, ἀνὰ μέσον Μαγδώλου καὶ ἀνὰ μέσον τῆς θαλάσσης, ἐξεναντίας Βεελσεπφῶν, ἐνώπιον αὐτῶν στρατοπεδεύσεις ἐπὶ τῆς θαλάσσης. 3 καὶ ἐρεῖ Φαραὼ τῷ λαῷ αὐτοῦ· οἱ υἱοὶ ᾿Ισραὴλ πλανῶνται οὗτοι ἐν τῇ γῇ· συγκέκλεικε γὰρ αὐτοὺς ἡ ἔρημος. 4 ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ, καὶ καταδιώξεται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασθήσομαι ἐν Φαραὼ καὶ ἐν πᾶσι τῇ στρατιᾷ αὐτοῦ, καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι Κύριος. καὶ ἐποίησαν οὕτως. 5 καὶ ἀνηγγέλη τῷ βασιλεῖ τῶν Αἰγυπτίων ὅτι πέφευγεν ὁ λαός· καὶ μετεστράφη ἡ καρδία Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ ἐπὶ τὸν λαόν, καὶ εἶπαν· τί τοῦτο ἐποιήσαμεν τοῦ ἐξαποστεῖλαι τοὺς υἱοὺς ᾿Ισραήλ, τοῦ μὴ δουλεύειν ἡμῖν; 6 ἔζευξεν οὖν Φαραὼ τὰ ἅρματα αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ συναπήγαγε μεθ᾿ ἑαυτοῦ 7 καὶ λαβὼν ἑξακόσια ἅρματα ἐκλεκτὰ καὶ πᾶσαν τὴν ἵππον τῶν Αἰγυπτίων καὶ τριστάτας ἐπὶ πάντων. 8 καὶ ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ βασιλέως Αἰγύπτου καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ κατεδίωξεν ὀπίσω τῶν υἱῶν ᾿Ισραήλ· οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλῇ. 9 καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω αὐτῶν καὶ εὕροσαν αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν θάλασσαν, καὶ πᾶσα ἡ ἵππος καὶ τὰ ἅρματα Φαραὼ καὶ οἱ ἱππεῖς καὶ ἡ στρατιὰ αὐτοῦ ἀπέναντι τῆς ἐπαύλεως ἐξεναντίας Βεελσεπφῶν. 10 καὶ Φαραὼ προσῆγε· καὶ ἀναβλέψαντες οἱ υἱοὶ ᾿Ισραὴλ τοῖς ὀφθαλμοῖς ὁρῶσι, καὶ οἱ Αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα· ἀνεβόησαν δὲ οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον, 11 καὶ εἶπαν πρὸς Μωυσῆν· παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ Αἰγύπτῳ ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ; τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ Αἰγύπτου; 12 οὐ τοῦτο ἦν τὸ ῥῆμα, ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτῳ, λέγοντες· πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις; κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς Αἰγυπτίοις ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ. 13 εἶπε δὲ Μωυσῆς πρὸς τὸν λαόν· θαρσεῖτε, στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ Κυρίου, ἣν ποιήσει ἡμῖν σήμερον· ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους σήμερον, οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον· 14 Κύριος πολεμήσει περὶ ὑμῶν, καὶ ὑμεῖς σιγήσετε. 15 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· τί βοᾷς πρός με; λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἀναζευξάτωσαν· 16 καὶ σὺ ἔπαρον τῇ ράβδῳ σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν καὶ ρῆξον αὐτήν, καὶ εἰσελθάτωσαν οἱ υἱοὶ ᾿Ισραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν. 17 καὶ ἰδοὺ ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραὼ καὶ τῶν Αἰγυπτίων πάντων, καὶ εἰσελεύσονται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασθήσομαιἐν Φαραὼ καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ ἐν τοῖς ἅρμασι καὶ ἐν τοῖς ἵπποις αὐτοῦ. 18 καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι Κύριος, ἐνδοξαζομένου μου ἐν Φαραὼ καὶ ἐν τοῖς ἅρμασι καὶ ἵπποις αὐτοῦ. 19 ἐξῇρε δὲ ὁ ἄγγελος τοῦ Θεοῦ ὁ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν ᾿Ισραὴλ καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν· ἐξῇρε δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν. 20 καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς ᾿Ισραὴλ καὶ ἔστη· καὶ ἐγένετο σκότος καὶ γνόφος, καὶ διῆλθεν ἡ νύξ, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα· 21 ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε Κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα καὶ ἐποίησε τὴν θάλασσαν ξηράν, καὶ ἐσχίσθη τὸ ὕδωρ. 22 καὶ εἰσῆλθον οἱ υἱοὶ ᾿Ισραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν, καὶ τὸ ὕδωρ αὐτῆς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων· 23 καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι καὶ εἰσῆλθον ὀπίσω αὐτῶν, πᾶς ἵππος Φαραὼ καὶ τὰ ἅρματα καὶ οἱ ἀναβάται, εἰς μέσον τῆς θαλάσσης. 24 ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψε Κύριος ἐπὶ τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης καὶ συνετάραξε τὴν παρεμβολὴν τῶν Αἰγυπτίων 25 καὶ συνέδησε τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας. καὶ εἶπαν οἱ Αἰγύπτιοι· φύγωμεν ἀπὸ προσώπου ᾿Ισραήλ, ὁ γὰρ Κύριος πολεμεῖ περὶ αὐτῶν τοὺς Αἰγυπτίους. 26 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκαταστήτω τὸ ὕδωρ καὶ ἐπικαλυψάτω τοὺς Αἰγυπτίους, ἐπί τε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας. 27 ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκατέστη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας· οἱ δὲ Αἰγύπτιοι ἔφυγον ὑπὸ τὸ ὕδωρ, καὶ ἐξετίναξε Κύριος τοὺς Αἰγυπτίους μέσον τῆς θαλάσσης. 28 καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας καὶ πᾶσαν τὴν δύναμιν Φαραώ, τοὺς εἰσπορευομένους ὀπίσω αὐτῶν, εἰς τὴν θάλασσαν, καὶ οὐ κατελήφθη ἐξ αὐτῶν οὐδὲ εἷς. 29 οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης, τὸ δὲ ὕδωρ αὐτῆς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων. 30 καὶ ἐρρύσατο Κύριος τὸν ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρὸς τῶν Αἰγυπτίων· καὶ εἶδεν ᾿Ισραὴλ τοὺς Αἰγυπτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς θαλάσσης. 31 εἶδε δὲ ᾿Ισραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησε Κύριος τοῖς Αἰγυπτίοις· ἐφοβήθη δὲ ὁ λαὸς τὸν Κύριον καὶ ἐπίστευσαν τῷ Θεῷ καὶ Μωυσῇ τῷ θεράποντι αὐτοῦ.

ELPENOR IN PRINT

« Previous   EXODUS / ΕΞΟΔΟΣ   Next »

» Home of the Greek Old Testament (Table of Contents)

Random Chapter

      In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »

If you happen to see any inappropriate ad, please send us the offending web address to exclude it from these pages.
Three Millennia of Greek Literature
ELPENOR's Bilingual New Testament
 

Learned Freeware

 

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=2&page=14