|
|
ΑΥΤΑΙ δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, ᾿Ιάφεθ, καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν. 2 Υἱοὶ ᾿Ιάφεθ· Γαμὲρ καὶ Μαγὼγ καὶ Μαδοὶ καὶ ᾿Ιωύαν καὶ ᾿Ελισὰ καὶ Θοβὲλ καὶ Μοσόχ καὶ Θείρας. 3 καὶ υἱοὶ Γαμέρ· ᾿Ασχανὰζ καὶ Ριφὰθ καὶ Θοργαμά. 4 καὶ υἱοὶ ᾿Ιωύαν· ᾿Ελισὰ καὶ Θάρσεις, Κίτιοι, Ρόδιοι. 5 ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν, ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. 6 Υἱοὶ δὲ Χάμ· Χοὺς καὶ Μεσραΐν Φοὺδ καὶ Χαναάν. 7 υἱοὶ δὲ Χούς· Σαβὰ καὶ Εὐϊλὰ καὶ Σαβαθὰ καὶ Ρεγμὰ καὶ Σαβαθακά. υἱοὶ δὲ Ρεγμά· Σαβὰ καὶ Δαδάν. 8 Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς· 9 οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο ἐροῦσιν, ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου. 10 καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ ᾿Ορὲχ καὶ ᾿Αρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σεναάρ. |
Previous chapter * Index * Next chapter
In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »
Reference address : https://www.ellopos.net/elpenor/physis/septuagint-genesis/10.asp