Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=9&page=18

Three Millennia of Greek Literature

The Greek Old Testament (Septuagint)

Septuagint Random Chapter  /  The New Testament  



The Greek Old Testament (Septuagint) - Home and Contents

KINGS I / SAMUEL I / ΒΑΣΙΛΕΙΩΝ Α

18

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | 28 | 29 | 30 | 31 | Search | Report a typo
1 2 3 4 5 6 And there came out women in dances to meet David out of all the cities of Israel, with timbrels, and with rejoicing, and with cymbals. 7 And the women began [the strain], and said, Saul has smitten his thousands, and David his ten thousands. 8 And it seemed evil in the eyes of Saul concerning this matter, and he said, To David they have given ten thousands, and to me they have given thousands. [for continuation, see Appendix] 9 10 11 12 And Saul was alarmed on account of David. 13 And he removed him from him, and made him a captain of a thousand for himself; and he went out and came in before the people. 14 And David was prudent in all his ways, and the Lord was with him. 15 And Saul saw that he was very wise, and he was afraid of him. 16 And all Israel and Juda loved David, because he came in and went out before the people. 17 18 19 20 And Melchol the daughter of Saul loved David; and it was told Saul, and the thing was pleasing in his eyes. 21 And Saul said, I will give her to him, and she shall be a stumbling-block to him. Now the hand of the Philistines was against Saul. 22 And Saul charged his servants, saying, Speak ye privately to David, saying, Behold, the king delights in thee, and all his servants love thee, and do thou becomes the king’s son-in-law. 23 And the servants of Saul spoke these words in the ears of David; and David said, [Is it] a light thing in your eyes to become son-in-law to the king? Whereas I [am] an humble man, an not honourable? 24 And the servants of Saul reported to him according to these words, which David spoke. 25 And Saul said, Thus shall ye speak to David, The king wants no gift but a hundred foreskins of the Philistines, to avenge himself on the kings enemies. Now Saul thought to cast him into the hands of the Philistines. 26 And the servants of Saul report these words to David, and David was well pleased to become the son-in-law to the king. 27 And David arose, and went, he and his men, and smote among the Philistines a hundred men: and he brought their foreskins, and he becomes the king’s son-in-law, and [Saul] gives him Melchol his daughter to wife. 28 And Saul saw that the Lord [was] with David, and [that] all Israel loved him. 29 And he was yet more afraid of David. 30 *ΚΑΙ ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυὶδ ἐκ πασῶν πόλεων ᾿Ισραὴλ ἐν τυμπάνοις καὶ ἐν χαρμοσύνῃ καὶ ἐν κυμβάλοις. 7 καὶ ἐξῆρχον αἱ γυναῖκες καὶ ἔλεγον· ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ. 8 καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαοὺλ περὶ τοῦ λόγου τούτου, καὶ εἶπε· τῷ Δαυὶδ ἔδωκαν τὰς μυριάδας καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας.** 12 καὶ ἐφοβήθη Σαοὺλ ἀπὸ προσώπου Δαυίδ, 13 καὶ ἀπέστησεν αὐτὸν ἀπ᾿ αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον, καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ. 14 καὶἦν Δαυὶδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνιῶν, καὶ Κύριος ἦν μετ᾿ αὐτοῦ. 15 καὶ εἶδε Σαοὺλ ὡς αὐτὸς συνιεῖ σφόδρα, καὶ εὐλαβεῖτο ἀπὸ προσώπου αὐτοῦ. 16 καὶ πᾶς ᾿Ισραὴλ καὶ ᾿Ιούδας ἠγάπα τὸν Δαυίδ, ὅτι αὐτὸς εἰσεπορεύετο καὶ ἐξεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ.*** 20 Καὶ ἠγάπησε Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ τὸν Δαυίδ, καὶ ἀπηγγέλη τῷ Σαούλ, καὶ ηὐθύνθη ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ. 21 καὶ εἶπε Σαούλ· δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον. καὶ ἦν ἐπὶ Σαοὺλ χεὶρ ἀλλοφύλων. 22 καὶ ἐνετείλατο Σαοὺλ τοῖς παισὶν αὐτοῦ λέγων· λαλήσετε ὑμεῖς λάθρᾳ τῷ Δαυὶδ λέγοντες· ἰδοὺ θέλει ἐν σοὶ ὁ βασιλεύς, καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσί σε, καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ. 23 καὶ ἐλάλησαν οἱ παῖδες Σαοὺλ εἰς τὰ ὦτα Δαυὶδ τὰ ρήματα ταῦτα, καὶ εἶπε Δαυίδ· εἰ κοῦφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ; κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος. 24 καὶ ἀπήγγειλαν οἱ παῖδες Σαοὺλ αὐτῷ κατὰ τὰ ρήματα ταῦτα, ἃ ἐλάλησε Δαυίδ. 25 καὶ εἶπε Σαούλ· τάδε ἐρεῖτε τῷ Δαυίδ· οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι, ἀλλ᾿ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικῆσαι ἐχθροὺς τοῦ βασιλέως· καὶ Σαοὺλ ἐλογίσατο ἐμβαλεῖν αὐτὸν εἰς χεῖρας τῶν ἀλλοφύλων. 26 καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαοὺλ τῷ Δαυὶδ τὰ ρήματα ταῦτα, καὶ ηὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς Δαυὶδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ. 27 καὶ ἀνέστη Δαυὶδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκε τὰς ἀκροβυστίας αὐτῶν. καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ καὶ δίδωσιν αὐτῷ τὴν Μελχὸλ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα. 28 καὶ εἶδε Σαοὺλ ὅτι Κύριος μετὰ Δαυὶδ καὶ πᾶς ᾿Ισραήλ ἠγάπα αὐτόν, 29 καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυὶδ ἔτι. ____ * 1 Καὶ ἐγένετο ὡς συνετέλεσε λαλῶν πρὸς Σαούλ, καὶ ἡ ψυχὴ ᾿Ιωνάθαν συνεδέθη τῇ ψυχῇ Δαυὶδ καὶ ἠγάπησεν αὐτὸν ᾿Ιωνάθαν κατὰ τὴν ψυχὴν αὐτοῦ. 2 καὶ ἔλαβεν αὐτὸν Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐκ ἔδωκεν αὐτὸν ἐπιστρέψαι ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. 3 καὶ διέθετο ᾿Ιωνάθαν καὶ Δαυὶδ ἐν τῷ ἀγαπᾶν αὐτὸν κατὰ τὴν ψυχὴν αὐτοῦ. 4 καὶ ἐξεδύσατο ᾿Ιωνάθαν τὸν ἐπενδύτην τὸν ἐπάνω καὶ ἔδωκεν αὐτὸν τῷ Δαυὶδ καὶ τὸν μανδύαν αὐτοῦ καὶ ἕως τῆς ρομφαίας αὐτοῦ καὶ ἕως τοῦ τόξου αὐτοῦ καὶ ἕως τῆς ζώνης αὐτοῦ. 5 καὶ ἐξεπορεύετο Δαυίδ, ἐν πᾶσιν, οἷς ἀπέστειλεν αὐτὸν Σαούλ, συνῆκε· καὶ κατέστησεν αὐτὸν Σαοὺλ ἐπὶ τοὺς ἄνδρας τοῦ πολέμου, καὶ ἤρεσεν ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ καί γε ἐν ὀφθαλμοῖς δούλων Σαούλ. ____ ** 9 Καὶ ἦν Σαοὺλ ὑποβλεπόμενος τὸν Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα. 10 καὶ ἐγενήθη ἀπὸ τῆς ἐπαύριον καὶ ἔπεσε πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαοὺλ καὶ προεφήτευσεν ἐν μέσῳ οἴκου αὐτοῦ. Καὶ Δαυὶδ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ ὡς καθ᾿ ἑκάστην ἡμέραν, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ Σαούλ. 11 καὶ ἦρε Σαοὺλ τὸ δόρυ καὶ εἶπε· πατάξω ἐν Δαυὶδ καὶ ἐν τῷ τοίχῳ· καὶ ἐξέκλινε Δαυὶδ ἀπὸ προσώπου αὐτοῦ δίς. ____ *** 17 Καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ· ἰδοὺ ἡ θυγάτηρ μου ἡ μείζων Μερόβ, αὐτὴν δώσω σοι εἰς γυναῖκα, καὶ πλὴν γίνου μοι εἰς υἱὸν δυνάμεως καὶ πολέμει τοὺς πολέμους Κυρίου. καὶ Σαοὺλ εἶπε· μὴ ἔστω χείρ μου ἐπ᾿ αὐτῷ, καὶ ἔσται ἐπ᾿ αὐτὸν χεὶρ ἀλλοφύλων. 18 καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· τίς ἐγώ εἰμι καὶ τίς ἡ ζωὴ τῆς συγγενείας τοῦ πατρός μου ἐν ᾿Ισραήλ, ὅτι ἔσομαι γαμβρὸς τοῦ βασιλέως; 19 καὶ ἐγενήθη ἐν τῷ καιρῷ τοῦ δοθῆναι τὴν Μερὸβ θυγατέρα Σαοὺλ τῷ Δαυίδ, καὶ αὕτη ἐδόθη τῷ ᾿Ισραὴλ τῷ Μοθυλαθείτῃ εἰς γυναῖκα.

« Previous   KINGS I / SAMUEL I / ΒΑΣΙΛΕΙΩΝ Α   Next »

» Home of the Greek Old Testament (Table of Contents)

Random Chapter

      In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »

Septuagint Genesis Septuagint Exodus, Leviticus, Numbers, Deuteronomomy Septuagint Psalms Septuagint Job, Proverbs, Ecclesiastes, Song of Songs, Wisdom, Sirach Septuagint Isaiah, Jeremiah, Baruch, Lamentations, Ezekiel, Daniel Septuagint Hosea, Joel, Amos, Obadiah, Jonah, Micah, Nahum, Habakkuk, Zephaniah, Haggai, Zechariah, Malachi The Authentic Greek New Testament Bilingual New Testament I
Three Millennia of Greek Literature
ELPENOR's Bilingual New Testament
 

Learned Freeware

 

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=9&page=18