Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=5&page=9

Three Millennia of Greek Literature

The Greek Old Testament (Septuagint)

Septuagint Random Chapter  /  The New Testament  



The Greek Old Testament (Septuagint) - Home and Contents

DEUTERONOMY / ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

9

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | 28 | 29 | 30 | 31 | 32 | 33 | 34 | Search | Report a typo
1 Hear, O Israel: Thou goest this day across Jordan to inherit nations greater and stronger than yourselves, cities great and walled up to heaven; 2 a people great and many and tall, the sons of Enac, whom thou knowest, and concerning whom thou hast heard [say], Who can stand before the children of Enac? 3 And thou shalt know to-day, that the Lord thy God he shall go before thy face: he is a consuming fire; he shall destroy them, and he shall turn them back before thee, and shall destroy them quickly, as the Lord said to thee. 4 Speak not in thine heart, when the Lord thy God has destroyed these nations before thy face, saying, For my righteousness the Lord brought me in to inherit this good land. 5 Not for thy righteousness, nor for the holiness of thy heart, dost thou go in to inherit their land, but because of the wickedness of these nations the Lord will destroy them from before thee, and that he may establish the covenant, which the Lord sware to our fathers, to Abraam, and to Isaac, and to Jacob. 6 And thou shalt know to-day, that [it is] not for thy righteousnesses the Lord thy God gives thee this good land to inherit, or thou art a stiff-necked people. 7 Remember, forget not, how much thou provokedst the Lord thy God in the wilderness: from the day that ye came forth out of Egypt, even till ye came into this place, ye continued to be disobedient toward the Lord. 8 Also in Choreb ye provoked the Lord, and the Lord was angry with you to destroy you; 9 when I went up into the mountain to receive the tables of stone, the tables of the covenant, which the Lord made with you, and I was in the mountain forty days and forty nights, I ate no bread and drank no water. 10 And the Lord gave me the two tables of stone written with the finger of God, and on them there had been written all the words which the Lord spoke to you in the mountain in the day of the assembly. 11 And it came to pass after forty days and forty nights, the Lord gave me the two tables of stone, the tables of the covenant. 12 And the Lord said to me, Arise, go down quickly from hence, for thy people whom thou broughtest out of the land of Egypt have transgressed; they have gone aside quickly out of the way which I commanded them, and have made themselves a molten image. 13 And the Lord spoke to me, saying, I have spoken to thee once and again, saying, I have seen this people, and, behold, it is a stiff-necked people. 14 And now suffer me utterly to destroy them, and I will blot out their name from under heaven, and will make of thee a nation great and strong, and more numerous than this. 15 And I turned and went down from the mountain; and the mountain burned with fire to heaven; and the two tables of the testimonies [were] in my two hands. 16 And when I saw that ye had sinned against the Lord your God, and had made to yourselves a molten image, and had gone astray out of the way, which the Lord commanded you to keep; 17 then I took hold of the two tables, and cast them out of my two hands, and broke them before you. 18 And I made my petition before the Lord as also at the first forty days and forty nights: I ate no bread and drank no water, n account of all your sins which ye sinned in doing evil before the Lord God to provoke him. 19 And I was greatly terrified because of the wrath and anger, because the Lord was provoked with you utterly to destroy you; yet the Lord hearkened to me at this time also. 20 And he was angry with Aaron to destroy him utterly, and I prayed for Aaron also at that time. 21 And your sin which ye had made, [even] the calf, I took, and burnt it with fire, and pounded it and ground it down till it became fine; and it became like dust, and I cast the dust into the brook that descended from the mountain. 22 Also in the burning, and in the temptation, and at the graves of lust, ye provoked the Lord. 23 And when the Lord sent you forth from Cades Barne, saying, Go up and inherit the land which I give to you, then ye disobeyed the word of the Lord your God, and believed him not, and hearkened not to his voice. 24 Ye were disobedient in the things relating to the Lord from the day in which he became known to you. 25 And I prayed before the Lord forty days and forty nights, the number that I prayed [before], for the Lord said that he would utterly destroy you. 26 And I prayed to God, and said, O Lord, King of gods, destroy not thy people and thine inheritance, whom thou didst redeem, whom thou broughtest out of the land of Egypt with thy great power, and with thy strong hand, and with thy high arm. 27 Remember Abraam, and Isaac, and Jacob thy servants, to whom thou swarest by thyself: look not upon the hardness of heart of this people, and their impieties, and their sins. 28 Lest the inhabitants of the land whence thou broughtest us out speak, saying, Because the Lord could not bring them into the land of which he spoke to them, and because he hated them, has he brought them forth to slay them in the wilderness. 29 And these [are] thy people and thy portion, whom thou broughtest out of the land of Egypt with thy great strength, and with thy mighty hand, and with thy high arm. ΑΚΟΥΕ, ᾿Ισραήλ· σὺ διαβαίνεις σήμερον τὸν ᾿Ιορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς, πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ, 2 λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη, υἱοὺς ᾿Ενάκ, οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας· τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν ᾿Ενάκ; 3 καὶ γνώσῃ σήμερον, ὅτι Κύριος ὁ Θεός σου, οὗτος προπορεύσεται πρὸ προσώπου σου· πῦρ καταναλίσκον ἐστίν· οὗτος ἐξολοθρεύσει αὐτούς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἀπολεῖ αὐτοὺς ἐν τάχει, καθάπερ εἶπέ σοι Κύριος. 4 μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι Κύριον τὸν Θεόν σου τὰ ἔθνη ταῦτα πρὸ προσώπου σου λέγων· διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέ με Κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην· 5 οὐχὶ διὰ τὴν δικαιοσύνην σου, οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν, τῷ ῾Αβραὰμ καὶ τῷ ᾿Ισαὰκ καὶ τῷ ᾿Ιακώβ. 6 καὶ γνώσῃ σήμερον ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου Κύριος ὁ Θεός σου δίδωσί σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ. 7 μνήσθητι, μὴ ἐπιλάθῃ ὅσα παρώξυνας Κύριον τὸν Θεόν σου ἐν τῇ ἐρήμῳ· ἀφ᾿ ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον, ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς Κύριον. 8 καὶ ἐν Χωρὴβ παρωξύνατε Κύριον, καὶ ἐθυμώθη Κύριος ἐφ᾿ ὑμῖν ἐξολοθρεῦσαι ὑμᾶς, 9 ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιθίνας, πλάκας διαθήκης, ἃς διέθετο Κύριος πρὸς ὑμᾶς. καὶ κατεγινόμην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας· ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον. 10 καὶ ἔδωκέ μοι Κύριος τὰς δύο πλάκας τὰς λιθίνας γεγραμμένας ἐν τῷ δακτύλῳ τοῦ Θεοῦ, καὶ ἐπ᾿ αὐταῖς ἐγέγραπτο πάντες οἱ λόγοι, οὓς ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἡμέρᾳ ἐκκλησίας· 11 καὶ ἐγένετο διὰ τεσσαράκοντα ἡμερῶν καὶ διὰ τεσσαράκοντα νυκτῶν ἔδωκε Κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας, πλάκας διαθήκης. 12 καὶ εἶπε Κύριος πρός με· ἀνάστηθι, κατάβηθι τὸ τάχος ἐντεῦθεν, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς· καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα. 13 καὶ εἶπε Κύριος πρός με λέγων· λελάληκα πρός σε ἅπαξ καὶ δὶς λέγων· ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστι· 14 καὶ νῦν ἔασόν με ἐξολοθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἰσχυρὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο. 15 καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους, καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, καὶ αἱ δύο πλάκες τῶν μαρτυρίων ἐπὶ ταῖς δυσὶ χερσί μου. 16 καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ ἐποιήσατε ὑμῖν αὐτοῖς χωνευτὸν καὶ παρέβητε ἀπὸ τῆς ὁδοῦ, ἧς ἐνετείλατο Κύριος ὑμῖν ποιεῖν, 17 καὶ ἐπιλαβόμενος τῶν δύο πλακῶν ἔρριψα αὐτὰς ἀπὸ τῶν δύο χειρῶν μου, καὶ συνέτριψα ἐναντίον ὑμῶν. 18 καὶ ἐδεήθην ἐναντίον Κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον, περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν, ὧν ἡμάρτετε ποιῆσαι τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ παροξῦναι αὐτόν. 19 καὶ ἔκφοβός εἰμι διὰ τὸν θυμὸν καὶ τὴν ὀργήν, ὅτι παρωξύνθη Κύριος ἐφ᾿ ὑμῖν τοῦ ἐξολοθρεῦσαι ὑμᾶς καὶ εἰσήκουσε Κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ. 20 καὶ ἐπὶ ᾿Ααρὼν ἐθυμώθη ἐξολοθρεῦσαι αὐτόν, καὶ ηὐξάμην καὶ περὶ ᾿Ααρὼν ἐν τῷ καιρῷ ἐκείνῳ. 21 καὶ τὴν ἁμαρτίαν ὑμῶν, ἣν ἐποιήσατε, τὸν μόσχον, ἔλαβον αὐτὸν καὶ κατέκαυσα αὐτὸν ἐν πυρὶ καὶ συνέκοψα αὐτὸν καταλέσας σφόδρα, ἕως οὗ ἐγένετο λεπτόν· καὶ ἐγένετο ὡσεὶ κονιορτός, καὶ ἔρριψα τὸν κονιορτὸν εἰς τὸν χειμάρρουν τὸν καταβαίνοντα ἐκ τοῦ ὄρους. 22 καὶ ἐν τῷ ᾿Εμπυρισμῷ καὶ ἐν τῷ Πειρασμῷ, καὶ ἐν τοῖς Μνήμασι τῆς ἐπιθυμίας παροξύναντες ἦτε Κύριον τὸν Θεὸν ὑμῶν. 23 καὶ ὅτε ἐξαπέστειλεν ὑμᾶς Κύριος ἐκ Κάδης Βαρνὴ λέγων· ἀνάβητε καὶ κληρονομήσατε τὴν γῆν, ἣν δίδωμι ὑμῖν, καὶ ἠπειθήσατε τῷ ρήματι Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ οὐκ ἐπιστεύσατε αὐτῷ καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς αὐτοῦ. 24 ἀπειθοῦντες ἦτε τὰ πρὸς Κύριον ἀπὸ τῆς ἡμέρας, ἧς ἐγνώσθη ὑμῖν. 25 καὶ ἐδεήθην ἔναντι Κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ὅσας ἐδεήθην· εἶπε γὰρ Κύριος ἐξολοθρεῦσαι ὑμᾶς· 26 καὶ ηὐξάμην πρὸς τὸν Θεὸν καὶ εἶπα· Κύριε βασιλεῦ τῶν θεῶν, μὴ ἐξολοθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου, ἣν ἐλυτρώσω, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ· 27 μνήσθητι ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ τῶν θεραπόντων σου, οἷς ὤμοσας κατὰ σεαυτοῦ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν σκληρότητα τοῦ λαοῦ τούτου καὶ τὰ ἀσεβήματα, καὶ τὰ ἁμαρτήματα αὐτῶν, 28 μὴ εἴπωσιν οἱ κατοικοῦντες τὴν γῆν, ὅθεν ἐξήγαγες ἡμᾶς ἐκεῖθεν, λέγοντες· παρὰ τὸ μὴ δύνασθαι Κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν εἶπεν αὐτοῖς, καὶ παρὰ τὸ μισῆσαι αὐτοὺς ἐξήγαγεν αὐτοὺς ἐν τῇ ἐρήμῳ ἀποκτεῖναι αὐτούς. 29 καὶ οὗτοι λαός σου καὶ κλῆρός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ.

ELPENOR IN PRINT

« Previous   DEUTERONOMY / ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ   Next »

» Home of the Greek Old Testament (Table of Contents)

Random Chapter

      In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »



If you happen to see any inappropriate ad, please send us the offending web address to exclude it from these pages.
Three Millennia of Greek Literature
ELPENOR's Bilingual New Testament
 

Learned Freeware

 

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=5&page=9