Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=5&page=31

Three Millennia of Greek Literature

The Greek Old Testament (Septuagint)

Septuagint Random Chapter  /  The New Testament  



The Greek Old Testament (Septuagint) - Home and Contents

DEUTERONOMY / ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

31

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | 28 | 29 | 30 | 31 | 32 | 33 | 34 | Search | Report a typo
31:1 And Moses finished speaking all these words to all the children of Israel; 31:2 and said to them, I am this day a hundred and twenty years [old]; I shall not be able any longer to come in or go out; and the Lord said to me, Thou shalt not go over this Jordan. 31:3 The Lord thy God who goes before thee, he shall destroy these nations before thee, and thou shalt inherit them: and [it shall be] Joshua that goes before thy face, as the Lord has spoken. 31:4 And the Lord thy God shall do to them as he did to Seon and Og the two kings of the Amorites, who were beyond Jordan, and to their land, as he destroyed them. 31:5 And the Lord has delivered them to you; and ye shall do to them, as I charged you. 31:6 Be courageous and strong, fear not, neither be cowardly neither be afraid before them; for [it is] the Lord your God that advances with you in the midst of you, neither will he by any means forsake thee, nor desert thee. 31:7 And Moses called Joshua, and said to him before all Israel, Be courageous and strong; for thou shalt go in before this people into the land which the Lord sware to your fathers to give to them, and thou shalt give it to them for an inheritance. 31:8 And the Lord that goes with thee shall not forsake thee nor abandon thee; fear not, neither be afraid. 31:9 And Moses wrote the words of this law in a book, and gave it to the priests the sons of Levi who bear the ark of the covenant of the Lord, and to the elders of the sons of Israel. 31:10 And Moses charged them in that day, saying, After seven years, in the time of the year of release, in the feast of tabernacles, 31:11 when all Israel come together to appear before the Lord your God, in the place which the Lord shall choose, ye shall read this law before all Israel in their ears, 31:12 having assembled the people, the men, and the women, and the children, and the stranger that is in your cities, that they may hear, and that they may learn to fear the Lord your God; and they shall hearken to do all the words of this law. 31:13 And their sons who have not known shall hear, and shall learn to fear the Lord thy God all the days that they live upon the land, into which ye go over Jordan to inherit it. 31:14 And the Lord said to Moses, Behold, the days of thy death are at hand; call Joshua, and stand ye by the doors of the tabernacle of testimony, and I will give him a charge. And Moses and Joshua went to the tabernacle of testimony, and stood by the doors of the tabernacle of testimony. 31:15 And the Lord descended in a cloud, and stood by the doors of the tabernacle of testimony; and the pillar of the cloud stood by the doors of the tabernacle of testimony. 31:16 And the Lord said to Moses, Behold, thou shalt sleep with thy fathers, and this people will arise and go a whoring after the strange gods of the land, into which they are entering: and they will forsake me, and break my covenant, which I made with them. 31:17 And I will be very angry with them in that day, and I will leave them and turn my face away from them, and they shall be devoured; and many evils and afflictions shall come upon them; and they shall say in that day, Because the Lord my God is not with me, these evils have come upon me. 31:18 And I will surely turn away my face from them in that day, because of all their evil doings which they have done, because they turned aside after strange gods. 31:19 And now write the words of this song, and teach it to the children of Israel, and ye shall put it into their mouth, that this song may witness for me among the children of Israel to their face. 31:20 For I will bring them into the good land, which I sware to their fathers, to give to them a land flowing with milk and honey: and they shall eat and be filled and satisfy [themselves]; then will they turn aside after other gods, and serve them, and they will provoke me, and break my covenant. 31:21 And this song shall stand up to witness against them; for they shall not forget it out of their mouth, or out of the mouth of their seed; for I know their wickedness, what they are doing here this day, before I have brought them into the good land, which sware to their fathers. 31:22 And Moses wrote this song in that day, and taught it to the children of Israel. 31:23 And he charged Joshua, and said, Be courageous and strong, for thou shalt bring the sons of Israel into the land, which the Lord sware to them, and he shall be with thee. 31:24 And when Moses finished writing all the words of this law in a book, even to the end, 31:25 then he charged the Levites who bear the ark of the covenant of the Lord, saying, 31:26 Take the book of this law, and ye shall put it in the side of the ark of the covenant of the Lord your God; and it shall be there among you for a testimony. 31:27 For I know thy provocation, and thy stiff neck; for yet during my life with you at this day, ye have been provoking in your conduct toward God: how shall ye not also be so after my death? 31:28 Gather together to me the heads of your tribes, and your elders, and your judges, and your officers, that I may speak in their ears all these words; and I call both heaven and earth to witness against them. 31:29 For I know that after my death ye will utterly transgress, and turn aside out of the way which I have commanded you; and evils shall come upon you in the latter days, because ye will do evil before the Lord, to provoke him to anger by the works of your hands. 31:30 And Moses spoke all the words of this song even to the end, in the ears of the whole assembly. ΚΑΙ συνετέλεσε Μωυσῆς λαλῶν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς ᾿Ισραήλ, 2 καὶ εἶπε πρὸς αὐτούς· ἑκατὸν καὶ εἴκοσιν ἐτῶν ἐγώ εἰμι σήμερον· οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι, Κύριος δὲ εἶπε πρός με· οὐ διαβήσῃ τὸν ᾿Ιορδάνην τοῦτον. 3 Κύριος ὁ Θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου, αὐτὸς ἐξολοθρεύσει τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου, καὶ κατακληρονομήσεις αὐτούς· καὶ ᾿Ιησοῦς ὁ προπορευόμενος πρὸ προσώπου σου, καθὰ ἐλάλησε Κύριος. 4 καὶ ποιήσει Κύριος ὁ Θεός σου αὐτοῖς καθὼς ἐποίησε Σηὼν καὶ ῎Ωγ, τοῖς δυσὶ βασιλεῦσι τῶν ᾿Αμορραίων, οἳ ἦσανπέραν τοῦ ᾿Ιορδάνου, καὶ τῇ γῇ αὐτῶν, καθότι ἐξωλόθρευσεν αὐτούς· 5 καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑμῖν, καὶ ποιήσετε αὐτοῖς, καθότι ἐνετειλάμην ὑμῖν. 6 ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ δειλιάσης μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου ὁ προπορευόμενος μεθ᾿ ὑμῶν ἐν ὑμῖν, οὔτε μή σε ἀνῇ, οὔτε μή σε ἐγκαταλίπῃ. 7 καὶ ἐκάλεσε Μωυσῆς ᾿Ιησοῦν καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς ᾿Ισραήλ· ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κατακληρονομήσεις αὐτὴν αὐτοῖς· 8 καὶ Κύριος ὁ συμπορευόμενος μετὰ σοῦ οὐκ ἀνήσει σε, οὐδὲ μή σε ἐγκαταλίπῃ· μὴ φοβοῦ μηδὲ δειλία. 9 Καὶ ἔγραψε Μωυσῆς τὰ ῥήματα τοῦ νόμου τούτου εἰς βιβλίον καὶ ἔδωκε τοῖς ἱερεῦσι τοῖς υἱοῖς Λευὶ τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ τοῖς προσβυτέροις τῶν υἱῶν ᾿Ισραήλ. 10 καὶ ἐνετείλατο Μωυσῆς αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· μετὰ ἑπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ ἀφέσεως ἐν ἑορτῇ σκηνοπηγίας, 11 ἐν τῷ συμπορεύεσθαι πάντα ᾿Ισραὴλ ὀφθῆναι ἐνώπιον Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος, ἀναγνώσεσθε τὸν νόμον τοῦτον ἐναντίον παντὸς ᾿Ισραὴλ εἰς τὰ ὦτα αὐτῶν· 12 ἐκκλησιάσας τὸν λαόν, τοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ ἔκγονα καὶ τὸν προσήλυτον τὸν ἐν ταῖς πόλεσιν ὑμῶν, ἵνα ἀκούσωσι καὶ ἵνα μάθωσι φοβεῖσθαι Κύριον τὸν Θεὸν ὑμῶν, καὶ ἀκούσονται ποιεῖν πάντας τούς λόγους τοῦ νόμου τούτου· 13 καὶ οἱ υἱοὶ αὐτῶν, οἳ οὐκ οἴδασιν, ἀκούσονται καὶ μαθήσονται φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας, ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν ᾿Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν. 14 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἰδοὺ ἐγγίκασιν αἱ ἡμέραι τοῦ θανάτου σου· κάλεσον ᾿Ιησοῦν καὶ στῆτε παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐντελοῦμαι αὐτῷ. καὶ ἐπορεύθη Μωυσῆς καὶ ᾿Ιησοῦς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. 15 καὶ κατέβη Κύριος ἐν νεφέλῃ καὶ ἔστη παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔστη ὁ στύλος τῆς νεφέλης παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. 16 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἰδοὺ σὺ κοιμᾷ μετὰ τῶν πατέρων σου, καὶ ἀναστὰς οὗτος ὁ λαὸς ἐκπορνεύσει ὀπίσω θεῶν ἀλλοτρίων τῆς γῆς, εἰς ἣν οὗτος εἰσπορεύεται, καὶ καταλείψουσί με καὶ διασκεδάσουσι τὴν διαθήκην μου, ἣν διεθέμην αὐτοῖς. 17 καὶ ὀργισθήσομαι θυμῷ εἰς αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ καταλείψω αὐτοὺς καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν, καὶ ἔσται κατάβρωμα, καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις, καὶ ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· διότι οὐκ ἔστι Κύριος ὁ Θεός μου ἐν ἐμοί, εὕροσάν με τὰ κακὰ ταῦτα. 18 ἐγὼ δὲ ἀποστροφῇ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διὰ πάσας τὰς κακίας, ἃς ἐποίησαν, ὅτι ἀπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους. 19 καὶ νῦν γράψατε τὰ ρήματα τῆς ᾠδῆς ταύτης καὶ διδάξατε αὐτὴν τοὺς υἱοὺς ᾿Ισραὴλ καὶ ἐμβαλεῖτε αὐτὴν εἰς τὸ στόμα αὐτῶν, ἵνα γένηταί μοι ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυροῦσα ἐν υἱοῖς ᾿Ισραήλ. 20 εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς, γῆν ρέουσαν γάλα καὶ μέλι, καὶ φάγονται καὶ ἐμπλησθέντες κορήσουσι· καί ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους καὶ λατρεύσουσιν αὐτοῖς καὶ παροξυνοῦσί με καὶ διασκεδάσουσι τὴν διαθήκην μου. 21 καὶ ἀντικαταστήσεται ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυροῦσα, οὐ γὰρ μὴ ἐπιλησθῇ ἀπὸ στόματος αὐτῶν καὶ ἀπὸ στόματος τοῦ σπέρματος αὐτῶν· ἐγὼ γὰρ οἶδα τὴν πονηρίαν αὐτῶν, ὅσα ποιοῦσιν ὧδε σήμερον πρὸ τοῦ εἰσαγαγεῖν με αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν. 22 καὶ ἔγραψε Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς ᾿Ισραήλ. 23 καὶ ἐνετείλατο Μωυσῆς ᾿Ιησοῖ καὶ εἶπεν· ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσάξεις τοὺς υἱοὺς ᾿Ισραὴλ εἰς τὴν γῆν, ἣν ὤμοσεν αὐτοῖς Κύριος, καὶ αὐτὸς ἔσται μετὰ σοῦ. 24 ῾Ηνίκα δὲ συνετέλεσε Μωυσῆς γράφων πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς βιβλίον ἕως εἰς τέλος, 25 καὶ ἐνετείλατο τοῖς Λευίταις τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου λέγων· 26 λαβόντες τὸ βιβλίον τοῦ νόμου τούτου θήσετε αὐτὸ ἐκ πλαγίων τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ ἔσται ἐκεῖ ἐν σοὶ εἰς μαρτύριον. 27 ὅτι ἐγὼ ἐπίσταμαι τὸν ἐρεθισμόν σου καὶ τὸν τράχηλόν σου τὸν σκληρόν· ἔτι γὰρ ἐμοῦ ζῶντος μεθ᾿ ὑμῶν σήμερον, παραπικραίνοντες ἦτε τὰ πρὸς τὸν Θεόν, πῶς οὐχὶ καὶ ἔσχατον τοῦ θανάτου μου; 28 ἐκκλησιάσατε πρός με τοὺς φυλάρχους ὑμῶν καὶ τοὺς πρεσβυτέρους ὑμῶν καὶ τοὺς κριτὰς ὑμῶν καὶ τοὺς γραμματοεισαγωγεῖς ὑμῶν, ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν πάντας τοὺς λόγους τούτους, καὶ διαμαρτύρωμαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν· 29 οἶδα γὰρ ὅτι ἔσχατον τῆς τελευτῆς μου ἀνομίᾳ ἀνομήσετε καὶ ἐκκλινεῖτε ἐκ τῆς ὁδοῦ, ἧς ἐνετειλάμην ὑμῖν, καὶ συναντήσεται ὑμῖν τὰ κακὰ ἔσχατον τῶν ἡμερῶν, ὅτι ποιήσετε τὰ πονηρὰ ἐναντίον Κυρίου παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν. 30 καὶ ἐλάλησε Μωυσῆς εἰς τὰ ὦτα πάσης ἐκκλησίας τὰ ρήματα τῆς ᾠδῆς ταύτης ἕως εἰς τέλος.

ELPENOR IN PRINT

« Previous   DEUTERONOMY / ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ   Next »

» Home of the Greek Old Testament (Table of Contents)

Random Chapter

      In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »

If you happen to see any inappropriate ad, please send us the offending web address to exclude it from these pages.
Three Millennia of Greek Literature
ELPENOR's Bilingual New Testament
 

Learned Freeware

 

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=5&page=31