Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=11&page=10

Three Millennia of Greek Literature

The Greek Old Testament (Septuagint)

Septuagint Random Chapter  /  The New Testament  



The Greek Old Testament (Septuagint) - Home and Contents

KINGS III / ΒΑΣΙΛΕΙΩΝ Γ

10

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | Search | Report a typo
1 And the queen of Saba heard of the name of Solomon, and the name of the Lord, and she came to try him with riddles. 2 And she came to Jerusalem with a very great train; and [there came] camels bearing spices, and very much gold, and precious stones: and she came in to Solomon, and told him all that was in her heart. 3 And Solomon answered all her questions: and there was not a question overlooked by the king which he did not answer her. 4 And the queen of Saba saw all the wisdom of Solomon, and the house which he built, 5 and the provision of Solomon and the sitting of his attendants, and the standing of his servants, and his raiment, and his cup-bearers, and his whole-burnt-offering which he offered in the house of the Lord, and she was utterly amazed. 6 And she said to king Solomon, [It was] a true report which I heard in my land of thy words and thy wisdom. 7 But I believed not them that told me, until I came and my eyes saw: and, behold, the words as they reported to me are not the half: thou hast exceeded in goodness all the report which I heard in my land. 8 Blessed [are] thy wives, blessed [are] these thy servants who stand before thee continually, who hear all thy wisdom. 9 Blessed be the Lord thy God, who has taken pleasure in thee, to set thee upon the throne of Israel, because the Lord loved Israel to establish [him] for ever; and he has made thee king over them, to execute judgment with justice, and in their causes. 10 And she gave to Solomon a hundred and twenty talents of gold, and very many spices, and precious stones: there had not come any other spices so abundant as those which the queen of Saba gave to king Solomon. 11 And the ship of Chiram which brought the gold from Suphir, brought very much hewn timber and precious stones. 12 And the king made the hewn timber [into] buttresses of the house of the Lord and the king’s house, and lyres and harps for singers: such hewn timber had not come upon the earth, nor have been seen anywhere until this day. 13 And king Solomon gave to the queen of Saba all that she desired, whatsoever she asked, besides all that he had given her by the hand of king Solomon: and she returned, and came into her own land, she and her servants. 14 And the weight of gold that came to Solomon in one year was six hundred and sixty-six talents of gold. 15 Besides the tributes of them that were subjects, both merchants and all the kings of the [country] beyond [the river], and of the princess of the land. 16 And Solomon made three hundred spears of beaten gold: three hundred shekels of gold were upon one spear. 17 And three hundred shields of beaten gold: and three pounds of gold were in one shield: and the king put them in the house of the forest of Lebanon. 18 And the king made a great ivory throne, and gilded it with pure gold. 19 The throne [had] six steps, and calves in bold relief to the throne behind it, and side-pieces on either hand of the place of the seat, and two lions standing by the side-pieces, 20 and twelve lions standing there on the six steps on either side: it was not so done in any [other] kingdom. 21 And all the vessels made by Solomon [were] of gold, and the lavers [were] golden, and all the vessels of the house of the forest of Lebanon were of pure gold; there was no silver, for it was not accounted of in the days of Solomon. 22 For Solomon had a ship of Tharsis in the sea with the ships of Chiram: one ship came to the king every three years out of Tharsis, [laden with] gold and silver, and wrought stones, and hewn stones. This was the arrangement of the provision which king Solomon fetched to build the house of the Lord, and the house of the king, and the wall of Jerusalem, and the citadel; to fortify the city of David, and Assur, and Magdal, and Gazer, and Baethoron the upper, and Jethermath, and all the cities of the chariots, and all the cities of the horsemen, and the fortification of Solomon which he purposed to build in Jerusalem and in all the land, so that none of the people should rule over him that was left of the Chettite and the Amorite, and the Pherezite, and the Chananite, and the Evite, and the Jebusite, and the Gergesite, who were not of the children of Israel, their descendants who had been left with him in the land, whom the children of Israel could not utterly destroy; and Solomon made them tributaries until this day. But of the children of Israel Solomon made nothing; for they were the warriors, and his servants and rulers, and captains of the third order, and the captains of his chariots, and his horsemen. 23 And Solomon increased beyond all the kings of the earth in wealth and wisdom. 24 And all the kings of the earth sought the presence of Solomon, to hear his wisdom which the Lord [had] put into his heart. 25 And they brought every one their gifts, vessels of gold, and raiment, and stacte, and spices, and horses, and mules, a rate year by year. 26 And Solomon had four thousand mares for his chariots, and twelve thousand horsemen: and he put them in the cities of his chariots, and with the king in Jerusalem: and he ruled over all the kings from the river to the land of the Philistines, and to the borders of Egypt. 27 And the king made gold and silver in Jerusalem as stones, and he made cedars as the sycamores in the plain for multitude. 28 And the goings forth of Solomon’s horsemen [was] also out of Egypt, and the king’s merchants [were] of Thecue; and they received them out of Thecue at a price. 29 And that which proceeded out of Egypt went up [thus, even] a chariot for a hundred [shekels] of silver, and a horse fr fifty [shekels] of silver: and thus for all the kings of the Chettians, and the kings of Syria, they came out by sea. ΚΑΙ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σαλωμὼν καὶ τὸ ὄνομα Κυρίου καὶ ἦλθε πειράσαι αὐτὸν ἐν αἰνίγμασι· 2 καὶ ἦλθεν εἰς ῾Ιερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα, καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον, καὶ εἰσῆλθε πρὸς Σαλωμὼν καὶ ἐλάλησεν αὐτῷ πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς. 3 καὶ ἀπήγγειλεν αὐτῇ Σαλωμὼν πάντας τοὺς λόγους αὐτῆς· οὐκ ἦν λόγος παρεωραμένος παρὰ τοῦ βασιλέως, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ. 4 καὶ εἶδε βασίλισσα Σαβὰ πᾶσαν τὴν φρόνησιν Σαλωμὼν καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησε, 5 καὶ τὰ βρώματα Σαλωμὼν καὶ τὴν καθέδραν παίδων αὐτοῦ καὶ τὴν στάσιν λειτουργῶν αὐτοῦ καὶ τὸν ἱματισμὸν αὐτοῦ καὶ τοὺς οἰνοχόους αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν αὐτοῦ, ἣν ἀνέφερεν ἐν οἴκῳ Κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο. 6 καὶ εἶπε πρὸς τὸν βασιλέα Σαλωμών· ἀληθινὸς ὁ λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τοῦ λόγου σου καὶ περὶ τῆς φρονήσεώς σου, 7 καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσί μοι, ἕως ὅτου παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου, καὶ ἰδοὺ οὐκ εἰσὶ τὸ ἥμισυ καθὼς ἀπήγγειλάν μοι· προστέθεικας ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοήν, ἣν ἤκουσα ἐν τῇ γῇ μου· 8 μακάριαι αἱ γυναῖκές σου, μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες ἐνώπιόν σου διόλου, οἱ ἀκούοντες πᾶσαν τὴν φρόνησίν σου· 9 γένοιτο Κύριος ὁ Θεός σου εὐλογημένος, ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνον ᾿Ισραήλ· διὰ τὸ ἀγαπᾶν Κύριον τὸν ᾿Ισραὴλ στῆσαι εἰς τὸν αἰῶνα καὶ ἔθετό σε βασιλέα ἐπ᾿ αὐτοὺς τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ καὶ ἐν κρίμασιν αὐτῶν. 10 καὶ ἔδωκε τῷ Σαλωμὼν ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἡδύσματα πολλὰ σφόδρα καὶ λίθον τίμιον· οὐκ ἐληλύθει κατὰ τὰ ἡδύσματα ἐκεῖνα ἔτι εἰς πλῆθος, ἃ ἔδωκε βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών. (11 καὶ ἡ ναῦς Χιρὰμ ἡ αἴρουσα τὸ χρυσίον ἐκ Σουφὶρ ἤνεγκε ξύλα πελεκητὰ πολλὰ σφόδρα καὶ λίθον τίμιον· 12 καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πελεκητὰ ὑποστηρίγματα τοῦ οἴκου Κυρίου καὶ τοῦ οἴκου τοῦ βασιλέως καὶ νάβλας καὶ κινύρας τοῖς ᾠδοῖς· οὐκ ἐληλύθει τοιαῦτα ξύλα ἀπελέκητα ἐπὶ τῆς γῆς, οὐδὲ ὤφθησάν που ἕως τῆς ἡμέρας ταύτης). 13 καὶ ὁ βασιλεὺς Σαλωμὼν ἔδωκε τῇ βασιλίσσῃ Σαβὰ πάντα, ὅσα ἠθέλησεν, ὅσα ᾐτήσατο, ἐκτὸς πάντων ὧν ἐδεδόκει αὐτῇ διὰ χειρὸς τοῦ βασιλέως Σαλωμών· καὶ ἀπεστράφη καὶ ἦλθεν εἰς τὴν γῆν αὐτῆς, αὐτὴ καὶ πάντες οἱ παῖδες αὐτῆς. 14 Καὶ ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐληλυθότος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια καὶ ἐξηκονταὲξ τάλαντα χρυσίου, 15 χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπόρων καὶ πάντων τῶν βασιλέων τοῦ πέραν καὶ τῶν σατραπῶν τῆς γῆς. 16 καὶ ἐποίησε Σαλωμὼν τριακόσια δόρατα χρυσᾶ ἐλατά. —τριακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸ δόρυ τὸ ἓν— 17 καὶ τριακόσια ὅπλα χρυσᾶ ἐλατὰ —καὶ τρεῖς μναῖ ἐνῆσαν χρυσοῦ εἰς τὸ ὅπλον τὸ ἓν— καὶ ἔδωκεν αὐτὰ ὁ βασιλεὺς εἰς οἶκον δρυμοῦ τοῦ Λιβάνου. 18 καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον μέγαν καὶ περιεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ· 19 ἓξ ἀναβαθμοὶ ἐν θρόνῳ καὶ προτομαὶ μόσχων τῷ θρόνῳ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ χεῖρες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ τόπου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τὰς χεῖρας, 20 καὶ δώδεκα λέοντες ἑστῶτες ἐκεῖ ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν· οὐ γέγονεν οὕτως πάσῃ βασιλείᾳ. 21 καὶ πάντα τὰ σκεύη τὰ ὑπὸ τοῦ Σαλωμὼν γεγονότα χρυσᾶ καὶ λουτῆρες χρυσοῖ, καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ συγκεκλεισμένα, οὐκ ἦν ἀργύριον, ὅτι οὐκ ἦν λογιζόμενον ἐν ταῖς ἡμέραις Σαλωμών· 22 ὅτι ναῦς Θαρσὶς τῷ βασιλεῖ Σαλωμὼν ἐν τῇ θαλάσσῃ μετὰ τῶν νηῶν Χιράμ, μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ θαρσὶς χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν. 22α Αὕτη ἦν ἡ πραγματεία τῆς προνομῆς, ἧς ἀνήνεγκεν ὁ βασιλεὺς Σαλωμὼν οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τὸ τεῖχος ῾Ιερουσαλὴμ καὶ τὴν ἄκραν, τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ καὶ τὴν ᾿Ασσοὺρ καὶ τὴν Μαγδὰλ καὶ τὴν Γαζὲρ καὶ τὴν Βαιθωρὼν τὴν ἀνωτέρω καὶ τὴν ᾿Ιεθαρμὰθ καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ πάσας τὰς πόλεις τῶν ἱππέων καὶ τὴν πραγματείαν Σαλωμών, ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν ῾Ιερουσαλὴμ καὶ ἐν πάσῃ τῇ γῇ, τοῦ μὴ κατάρξαι αὐτοῦ. 22β πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ὑπὸ τοῦ Χετταίου καὶ τοῦ ᾿Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Εὐαίου καὶ τοῦ ᾿Ιεβουσαίου καὶ τοῦ Γεργεσαίου, τῶν μὴ ἐκ τῶν υἱῶν ᾿Ισραὴλ ὄντων, τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετ᾿ αὐτοῦ ἐν τῇ γῇ, οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ ᾿Ισραὴλ ἐξολοθρεῦσαι αὐτούς, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης. 22γ καὶ ἐκ τῶν υἱῶν ᾿Ισραὴλ οὐκ ἔδωκε Σαλωμὼν πρᾶγμα, ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες καὶ τρισσοὶ αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ καὶ ἱππεῖς αὐτοῦ. 23 Καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει. 24 καὶ πάντες βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ, ἧς ἔδωκε Κύριος τῇ καρδίᾳ αὐτοῦ. 25 καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα, σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα καὶ ἵππους καὶ ἡμιόνους τὸ κατ᾿ ἐνιαυτὸν ἐνιαυτῷ. 26 καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτὰς ἐν ταῖς πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν ῾Ιερουσαλήμ. 26α καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου. 27καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν ῾Ιερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος, 28 καὶ ἡ ἔξοδος Σαλωμὼν τῶν ἱππέων καὶ ἐξ Αἰγύπτου καὶ ἐκ Θεκουέ, ἔμποροι τοῦ βασιλέως ἐλάμβανον ἐκ Θεκουὲ ἐν ἀλλάγματι· 29 καὶ ἀνέβαινεν ἡ ἔξοδος ἐξ Αἰγύπτου, ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου· καὶ οὕτως πᾶσι τοῖς βασιλεῦσι Χεττιΐν καὶ βασιλεῦσι Συρίας κατὰ θάλασσαν ἐξεπορεύοντο.

ELPENOR IN PRINT

« Previous   KINGS III / ΒΑΣΙΛΕΙΩΝ Γ   Next »

» Home of the Greek Old Testament (Table of Contents)

Random Chapter

      In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »

If you happen to see any inappropriate ad, please send us the offending web address to exclude it from these pages.
Three Millennia of Greek Literature
ELPENOR's Bilingual New Testament
 

Learned Freeware

 

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=11&page=10