|
from Hesiod's Theogony, * Lines 116-138, 736-806, * Translated by Hugh G. Evelyn-White, Greek Fonts
ERILY at the first Chaos came to be, but next wide-bosomed Earth, the ever-sure foundations of all the deathless ones who hold the peaks of snowy Olympus, and dim Tartarus in the depth of the wide-pathed Earth, and Eros (Love), fairest among the deathless gods, who unnerves the limbs and overcomes the mind and wise counsels of all gods and all men within them. From Chaos came forth Erebus and black Night; but of Night were born Aether and Day, whom she conceived and bare from union in love with Erebus. And Earth first bare starry Heaven, equal to herself, to cover her on every side, and to be an ever-sure abiding-place for the blessed gods. And she brought forth long Hills, graceful haunts of the goddess-Nymphs who dwell amongst the glens of the hills. She bare also the fruitless deep with his raging swell, Pontus, without sweet union of love. But afterwards she lay with Heaven and bare deep-swirling Oceanus, Coeus and Crius and Hyperion and Iapetus, Theia and Rhea, Themis and Mnemosyne and gold-crowned Phoebe and lovely Tethys. After them was born Cronos the wily, youngest and most terrible of her children, and he hated his lusty sire. (...) |
Γένεσις Ἤτοι μὲν πρώτιστα Χάος γένετ΄· αὐτὰρ ἔπειτα Γαῖ΄ εὐρύστερνος͵ πάντων ἕδος ἀσφαλὲς αἰεὶ ἀθανάτων οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου͵ Τάρταρά τ΄ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης͵ ἠδ΄ Ἔρος͵ ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι͵ λυσιμελής͵ πάντων τε θεῶν πάντων τ΄ ἀνθρώπων δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν. ἐκ Χάεος δ΄ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο· Νυκτὸς δ΄ αὖτ΄ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο͵ οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα. Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑωυτῇ Οὐρανὸν ἀστερόενθ΄͵ ἵνα μιν περὶ πάντα καλύπτοι͵ ὄφρ΄ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί͵ γείνατο δ΄ οὔρεα μακρά͵ θεᾶν χαρίεντας ἐναύλους Νυμφέων͵ αἳ ναίουσιν ἀν΄ οὔρεα βησσήεντα͵ ἠδὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θυῖον͵ Πόντον͵ ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα Οὐρανῷ εὐνηθεῖσα τέκ΄ Ὠκεανὸν βαθυδίνην Κοῖόν τε Κρεῖόν θ΄ Ὑπερίονά τ΄ Ἰαπετόν τε Θείαν τε Ρείαν τε Θέμιν τε Μνημοσύνην τε Φοίβην τε χρυσοστέφανον Τηθύν τ΄ ἐρατεινήν. τοὺς δὲ μέθ΄ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης͵ δεινότατος παίδων͵ θαλερὸν δ΄ ἤχθηρε τοκῆα. (...) |
Reference address : https://www.ellopos.net/elpenor/greek-texts/ancient-greece/hesiod-theogony-genesis.asp