Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=48&page=36

Three Millennia of Greek Literature

The Greek Old Testament (Septuagint)

Septuagint Random Chapter  /  The New Testament  



The Greek Old Testament (Septuagint) - Home and Contents

EZEKIEL / ΙΕΖΕΚΙΗΛ

36

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | 28 | 29 | 30 | 31 | 32 | 33 | 34 | 35 | 36 | 37 | 38 | 39 | 40 | 41 | 42 | 43 | 44 | 45 | 46 | 47 | 48 | Search | Report a typo
1 And thou, son of man, prophesy to the mountains of Israel, and say to the mountains of Israel, Hear ye the word of the Lord: 2 Thus saith the Lord God; Because the enemy has said against you, Aha, the old waste places are become a possession for us: 3 therefore prophesy, and say, Thus saith the Lord God; Because ye have been dishonoured, and hated by those round about you, that ye might be a possession to the remainder of the nations, and ye became a by-word, and a reproach to the nations: 4 therefore, ye mountains of Israel, hear the word of the Lord; Thus saith the Lord to the mountains, and to the hills, and to the streams, and to the valleys, and to [the places] that have been made desolate and destroyed, and to the cities that have been deserted, and have become a spoil and a trampling to the nations that were left round about; 5 therefore, thus saith the Lord; Verily in the fire of my wrath have I spoken against the rest of the nations, and against all Idumea, because they have appropriated my land to themselves for a possession with joy, disregarding the lives [of the inhabitants], to destroy [it] by plunder: 6 therefore prophesy concerning the land of Israel, and say to the mountains, and to the hills, and to the valleys, and to the forests, Thus saith the Lord; Behold, I have spoken in my jealousy and in my wrath, because ye have borne the reproaches of the heathen: 7 therefore I will lift up my hand against the nations that are round about you; they shall bear their reproach. 8 But your grapes and your fruits, O mountains of Israel, shall my people eat; for they are hoping to come. 9 For, behold, I am toward you, and I will have respect to you, and ye shall be tilled and sown: 10 and I will multiply men upon you, [even] all the house of Israel to the end: and the cities shall be inhabited, and the desolate land shall be built upon. 11 And I will multiply men and cattle upon you; and I will cause you to dwell as at the beginning, and will treat you well, as in your former [times]: and ye shall know that I am the Lord. 12 And I will increase men upon you, [even] my people Israel; and they shall inherit you, and ye shall be to them for a possession; and ye shall no more be bereaved of them. 13 Thus saith the Lord God: Because they said to thee, Thou [land] devourest men, and hast been bereaved of thy nation; 14 therefore thou shalt no more devour men, and thou shalt no more bereave thy nation, saith the Lord God. 15 And there shall no more be heard against you the reproach of the nations, and ye shall no more bear the revilings of the peoples, saith the Lord God. 16 And the word of the Lord came to me, saying, 17 Son of man, the house of Israel dwelt upon their land, and defiled it by their way, and with their idols, and with their uncleannesses; and their way was before me like the uncleanness of a removed woman. 18 So I poured out my wrath upon them: 19 and I dispersed them among the nations, and utterly scattered them through the countries: I judged them according to their way and according to their sin. 20 And they went in among the nations, among which they went, and they profaned my holy name, while it was said of them, These are the people of the Lord, and they came forth out of his land. 21 but I spared them for the sake of my holy name, which the house of Israel profaned among the nations, among whom they went. 22 Therefore say to the house of Israel, Thus saith the Lord; I do not this, O house of Israel, for your sakes, but because of my holy name, which ye have profaned among the nations, among whom ye went. 23 And I will sanctify my great name, which was profaned among the nations, which ye profaned in the midst of them; and the nations shall know that I am the Lord, when I am sanctified among you before their eyes. 24 And I will take you out from the nations, and will gather you out of all the lands, and will bring you into your own land: 25 and I will sprinkle clean water upon you, and ye shall be purged from all your uncleannesses, and from all your idols, and I will cleanse you. 26 And I will give you a new heart, and will put a new spirit in you: and I will take away the heart of stone out of your flesh, and will give you a heart of flesh. 27 And I will put my Spirit in you, and will cause you to walk in mine ordinances, and to keep my judgments, and do [them]. 28 And ye shall dwell upon the land which I gave to your fathers; and ye shall be to me a people, and I will be to you a God. 29 And I will save you from all your uncleannesses: and I will call for the corn, and multiply it, and will not bring famine upon you. 30 And I will multiply the fruit of the trees, and the produce of the field, that ye may not bear the reproach of famine among the nations. 31 And ye shall remember your evil ways and your practices that were not good, and ye shall be hateful in your own sight for your transgressions and for your abominations. 32 Not for your sakes d I [this], saith the Lord God, [as] it is known to you: be ye ashamed and confounded for your ways, O house of Israel. 33 Thus saith the Lord God; In the day wherein I shall cleanse you from all your iniquities I will also cause the cities to be inhabited, and the waste [places] shall be built upon: 34 and the desolate land shall be cultivated, whereas it was desolate in the eyes of every one that passed by. 35 And they shall say, That desolate land is become like a garden of delight; and the waste and desolate and ruined cities are inhabited. 36 And the nations, as many as shall have been left round about you, shall know that I the Lord have built the ruined [cities] and planted the waste [lands]: I the Lord have spoken, and will do [it]. 37 Thus saith the Lord God; Yet [for] this will I be sought by the house of Israel, to establish them; I will multiply them [even] men as sheep; 38 as holy sheep, as the sheep of Jerusalem in her feasts; thus shall the desert cities be full of flocks of men: and they shall know that I [am] the Lord. ΚΑΙ σὺ υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὰ ὄρη ᾿Ισραὴλ καὶ εἰπὸν τοῖς ὄρεσι τοῦ ᾿Ισραήλ· ἀκούσατε λόγον Κυρίου· 2 τάδε λέγει Κύριος Κύριος· ἀνθ’ ὧν εἶπεν ἐφ’ ὑμᾶς ὁ ἐχθρός· εὖγε ἔρημα αἰώνια εἰς κατάσχεσιν ἡμῖν ἐγενήθη, 3 διὰ τοῦτο προφήτευσον καὶ εἰπόν· τάδε λέγει Κύριος Κύριος· ἀντὶ τοῦ ἀτιμασθῆναι ὑμᾶς καὶ μισηθῆναι ὑμᾶς ὑπὸ τῶν κύκλῳ ὑμῶν τοῦ εἶναι ὑμᾶς εἰς κατάσχεσιν τοῖς καταλοίποις ἔθνεσι καὶ ἀνέβητε λάλημα γλώσσῃ καὶ εἰς ὀνείδισμα ἔθνεσι, 4 διὰ τοῦτο ὄρη ᾿Ισραήλ, ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς καὶ τοῖς χειμάρροις καὶ ταῖς φάραγξι καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις καὶ ταῖς πόλεσι ταῖς ἐγκαταλελειμμέναις, αἳ ἐγένοντο εἰς προνομὴν καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσι περικύκλῳ· 5 διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· εἰ μὴν ἐν πυρὶ θυμοῦ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη καὶ ἐπὶ τὴν ᾿Ιδουμαίαν πᾶσαν, ὅτι ἔδωκαν τὴν γῆν μου ἑαυτοῖς εἰς κατάσχεσιν μετ’ εὐφροσύνης ἀτιμάσαντες ψυχὰς τοῦ ἀφανίσαι ἐν προνομῇ. 6 διὰ τοῦτο προφήτευσον ἐπὶ τὴν γῆν τοῦ ᾿Ισραὴλ καὶ εἰπὸν τοῖς ὄρεσι καί τοῖς βουνοῖς καὶ ταῖς φάραγξι καὶ ταῖς νάπαις· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα, ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν ἐνέγκαι ὑμᾶς. 7 διὰ τοῦτο ἐγὼ ἀρῶ τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν, οὗτοι τὴν ἀτιμίαν αὐτῶν λήψονται· 8 ὑμῶν δέ, ὄρη ᾿Ισραήλ, τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου, ὅτι ἐλπίζουσι τοῦ ἐλθεῖν. 9 ὅτι ἰδοὺ ἐγὼ ἐφ’ ὑμᾶς καὶ ἐπιβλέψω ἐφ’ ὑμᾶς, καὶ κατεργασθήσεσθε καὶ σπαρήσεσθε. 10 καὶ πληθυνῶ ἐφ’ ὑμᾶς ἀνθρώπους, πᾶν οἶκον ᾿Ισραὴλ εἰς τέλος· καὶ κατοικηθήσονται αἱ πόλεις καὶ ἡ ἠρημωμένη οἰκοδομηθήσεται. 11 καὶ πληθυνῶ ἐφ’ ὑμᾶς ἀνθρώπους καὶ κτήνη καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔμπροσθεν ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. 12 καὶ γεννήσω ἐφ’ ὑμᾶς ἀνθρώπους, τὸν λαόν μου ᾿Ισραήλ, καὶ κληρονομήσουσιν ὑμᾶς, καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν· καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπ’ αὐτῶν. 13 τάδε λέγει Κύριος Κύριος· ἀνθ’ ὧν εἶπάν σοι· κατέσθουσα ἀνθρώπους εἶ καὶ ἠτεκνωμένη ὑπὸ τοῦ ἔθνους σου ἐγένου, 14 διὰ τοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι, λέγει Κύριος Κύριος. 15 καὶ οὐκ ἀκουσθήσεται οὐκέτι ἐφ’ ὑμᾶς ἀτιμία ἐθνῶν, καὶ ὀνειδισμοὺς λαῶν οὐ μὴ ἀνενέγκητε ἔτι, λέγει Κύριος Κύριος. 16 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 17 υἱὲ ἀνθρώπου, οἶκος ᾿Ισραὴλ κατῴκησεν ἐπὶ τῆς γῆς αὐτῶν καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὐτῶν καὶ ἐν τοῖς εἰδώλοις αὐτῶν καὶ ἐν ταῖς ἀκαθαρσίαις αὐτῶν· κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου. 18 καὶ ἐξέχεα τὸν θυμόν μου ἐπ’ αὐτοὺς 19 καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας· κατὰ τὴν ὁδὸν αὐτῶν καὶ κατὰ τὴν ἁμαρτίαν αὐτῶν ἔκρινα αὐτούς. 20 καὶ εἰσήλθοσαν εἰς τὰ ἔθνη, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτούς· λαὸς Κυρίου οὗτοι καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασι. 21 καὶ ἐφεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσαν οἶκος ᾿Ισραὴλ ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθοσαν ἐκεῖ. 22 διὰ τοῦτο εἰπὸν τῷ οἴκῳ ᾿Ισραήλ· τάδε λέγει Κύριος· οὐχ ὑμῖν ἐγὼ ποιῶ, οἶκος ᾿Ισραήλ, ἀλλ’ ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθετε ἐκεῖ. 23 καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατ’ ὀφθαλμοὺς αὐτῶν. 24 καὶ λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν. 25 καὶ ῥανῶ ἐφ’ ὑμᾶς καθαρὸν ὕδωρ, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς. 26 καὶ δώσω ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην. 27 καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν καὶ ποιήσω ἵνα ἐν τοῖς δικαιώμασί μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάξησθε καὶ ποιήσητε. 28 καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν. 29 καὶ σώσω ὑμᾶς ἐκ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ καλέσω τὸν σῖτον 30 καὶ πληθυνῶ αὐτὸν καὶ οὐ δώσω ἐφ’ ὑμᾶς λιμόν· καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου καὶ τὰ γεννήματα τοῦ ἀγροῦ, ὅπως ἂν μὴ λάβητε ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθνεσι. 31 καὶ μνησθήσεσθε τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθὰ καὶ προσοχθιεῖτε κατὰ πρόσωπον αὐτῶν ἐν ταῖς ἀνομίαις ὑμῶν καὶ ἐπὶ τοῖς βδελύγμασιν αὐτῶν. 32 οὐ δι’ ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύριος Κύριος, γνωστὸν ἔσται ὑμῖν· αἰσχύνθητε καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν, οἶκος ᾿Ισραήλ. 33 τάδε λέγει ᾿Αδωναΐ Κύριος· ἐν ἡμέρᾳ, ᾗ καθαριῶ ὑμᾶς ἐκ πασῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰκοδομηθήσονται ἔρημοι. 34 καὶ ἡ γῆ ἡ ἠφανισμένη ἐργασθήσεται, ἀνθ’ ὧν ὅτι ἠφανισμένη ἐγενήθη κατ’ ὀφθαλμοὺς παντὸς παροδεύοντος. 35 καὶ ἐροῦσιν· ἡ γῆ ἐκείνη ἡ ἠφανισμένη ἐγενήθη ὡς κῆπος τρυφῆς, καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν. 36 καὶ γνώσονται τὰ ἔθνη, ὅσα ἂν καταλειφθῶσι κύκλῳ ὑμῶν, ὅτι ἐγὼ Κύριος ᾠκοδόμησα τὰς καθῃρημένας καὶ κατεφύτευσα τὰς ἠφανισμένας. ἐγὼ Κύριος ἐλάλησα καὶ ποιήσω. 37 τάδε λέγει ᾿Αδωναΐ Κύριος· ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ ᾿Ισραὴλ τοῦ ποιῆσαι αὐτοῖς· πληθυνῶ αὐτοὺς ὡς πρόβατα ἀνθρώπους, 38 ὡς πρόβατα ἅγια, ὡς πρόβατα ῾Ιερουσαλὴμ ἐν ταῖς ἑορταῖς αὐτῆς, οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνθρώπων, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.

« Previous   EZEKIEL / ΙΕΖΕΚΙΗΛ   Next »

» Home of the Greek Old Testament (Table of Contents)

Random Chapter

      In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »

The Authentic Greek New Testament Bilingual New Testament I
Three Millennia of Greek Literature
ELPENOR's Bilingual New Testament
 

Learned Freeware

 

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=48&page=36