Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=44&page=43

Three Millennia of Greek Literature

The Greek Old Testament (Septuagint)

Septuagint Random Chapter  /  The New Testament  



The Greek Old Testament (Septuagint) - Home and Contents

JEREMIAH / ΙΕΡΕΜΙΑΣ

43

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | 28 | 29 | 30 | 31 | 32 | 33 | 34 | 35 | 36 | 37 | 38 | 39 | 40 | 41 | 42 | 43 | 44 | 45 | 46 | 47 | 48 | 49 | 50 | 51 | 52 | Search | Report a typo
1 IN THE FOURTH YEAR OF JOAKIM son of Josias king of Juda, the word of the Lord came to me, saying, 2 Take thee a roll of a book, and write upon it all the words which I spoke to thee against Jerusalem, and against Juda, and against all the nations, from the day when I spoke to thee, from the days of Josias king of Juda, even to this day. 3 Perhaps the house of Juda will hear all the evils which I purpose to do to them; that they may turn from their evil way; and [so] I will be merciful to their iniquities and their sins. 4 So Jeremias called Baruch the son of Nerias: and he wrote from the mouth of Jeremias all the words of the Lord, which he had spoken to him, on a roll of a book. 5 And Jeremias commanded Baruch, saying, I am in prison; I cannot enter into the house of the Lord: 6 so thou shalt read in this roll in the ears of the people in the house of the Lord, on the fast day; and in the ears of all Juda that come out of their cities, thou shalt read to them. 7 Peradventure their supplication will come before the Lord, and they will turn from their evil way: for great is the wrath and the anger of the Lord, which he has pronounced against this people. 8 And Baruch did according to all that Jeremias commanded him-- reading in the book the words of the Lord in the Lord’s house. 9 And it came to pass in the eighth year of king Joakim, in the ninth month, all the people in Jerusalem, and the house of Juda, proclaimed a fast before the Lord. 10 And Baruch read in the book the words of Jeremias in the house of the Lord, in the house of Gamarias son of Saphan the scribe, in the upper court, in the entrance of the new gate of the house of the Lord, and in the ears of all the people. 11 And Michaeas the son of Gamarias the son of Saphan heard all the words of the Lord, out of the book. 12 And he went down to the king’s house, into the house of the scribe: and, behold, there were sitting there all the princes, Elisama the scribe, and Dalaeas the son of Selemias, and Jonathan the son of Acchobor, and Gamarias the son of Saphan, and Sedekias the son of Ananias, and all the princes. 13 And Michaeas reported to them all the words which he had heard Baruch reading in the ears of the people. 14 And all the princes sent to Baruch son of Nerias Judin the son of Nathanias, the son of Selemias, the son of Chusi, saying, Take in thine hand the roll in which thou readest in the ears of the people, and come. So Baruch took the roll, and went down to them. 15 And they said to him, Read [it] again in our ears. And Baruch read [it]. 16 And it came to pass, when they [had] heard all the words, [that] they took counsel each with his neighbour, and said, Let us by all means tell the king all these words. 17 And they asked Baruch, saying, Where didst thou write all these words? 18 And Baruch said, Jeremias told me from his [own] mouth all these words, and I wrote them in a book. 19 And they said to Baruch, Go, and hide, thou and Jeremias; let no man know where ye [are]. 20 And they went in to the king into the court, and gave the roll [to one] to keep in the house of Elisama; and they told the king all these words. 21 And the king sent Judin to fetch the roll: and he took it out of the house of Elisama: and Judin read in the ears of the king, and in the ears of all the princes who stood round the king. 22 Now the king was sitting in the winter house: and [there was] a fire on the hearth before him. 23 And it came to pass when Judin had read three or four leaves, he cut them off with a penknife, and cast [them] into the fire that was on the hearth, until the whole roll was consumed in the fire that was on the hearth. 24 And the king and his servants that heard all these words sought not [the Lord], and rent not their garments. 25 But Elnathan and Godolias suggested to the king that he should burn the roll. 26 And the king commanded Jeremeel the king’s son, and Saraeas the son of Esriel, to take Baruch and Jeremias: but they were hidden. 27 Then the word of the Lord came to Jeremias, after the king had burnt the roll, [even] all the words which Baruch wrote from the mouth of Jeremias, saying, 28 Again take thou another roll, and write all the words that were on the roll, which king Joakim has burnt. 29 And thou shalt say, Thus saith the Lord; Thou hast burnt this roll, saying, Why hast thou written therein, saying, The king of Babylon shall certainly come in, and destroy this land, and man and cattle shall fail from off it? 30 Therefore thus saith the Lord concerning Joakim king of Juda; He shall not have [a man] to sit on the throne of David: and his carcass shall be cast forth in the heat by day, and in the frost by night. 31 And I will visit him, and his family, and his servants: and I will bring upon him, and upon the inhabitants of Jerusalem, and upon the land of Juda, all the evils which I spoke of to them; and they hearkened not. 32 And Baruch took another roll, and wrote upon it from the mouth of Jeremias all the words of the book which Joakim had burnt: and there were yet more words added to it like the former. (Μασ. ΛΣΤ´) ΕΝ τῷ ἐνιαυτῷ τῷ τετάρτῳ ᾿Ιωακεὶμ υἱοῦ ᾿Ιωσία βασιλέως ᾿Ιούδα ἐγενήθη λόγος Κυρίου πρός με λέγων· 2 λάβε σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ’ αὐτοῦ πάντας τοὺς λόγους, οὓς ἐλάλησα πρὸς σὲ ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπὶ ᾿Ιούδα καὶ ἐπὶ πάντα τὰ ἔθνη, ἀφ’ ἧς ἡμέρας λαλήσαντός μου πρὸς σέ, ἀφ’ ἡμερῶν ᾿Ιωσία βασιλέως ᾿Ιούδα καὶ ἕως τῆς ἡμέρας ταύτης· 3 ἴσως ἀκούσεται ὁ οἶκος ᾿Ιούδα πάντα τὰ κακά, ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς, ἵνα ἀποστρέψωσιν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν. 4 καὶ ἐκάλεσεν ῾Ιερεμίας τὸν Βαροὺχ υἱὸν Νηρίου, καὶ ἔγραψεν ἀπὸ στόματος ῾Ιερεμίου πάντας τοὺς λόγους Κυρίου, οὓς ἐχρημάτισε πρὸς αὐτόν, εἰς χαρτίον βιβλίου. 5 καὶ ἐνετείλατο ῾Ιερεμίας τῷ Βαροὺχ λέγων· ἐγὼ φυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου. 6 καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ Κυρίου ἐν ἡμέρᾳ νηστείας, καὶ ἐν ὠσὶ παντὸς ᾿Ιούδα τῶν ἐρχομένων ἐκ πόλεων αὐτῶν ἀναγνώσῃ αὐτοῖς· 7 ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον Κυρίου, καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ Κυρίου, ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον. 8 καὶ ἐποίησε Βαροὺχ κατὰ πάντα, ἃ ἐνετείλατο αὐτῷ ῾Ιερεμίας, τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ τοὺς λόγους Κυρίου ἐν οἴκῳ Κυρίου. 9 καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ τῷ βασιλεῖ ᾿Ιωακεὶμ ἐν τῷ μηνὶ τῷ ἐνάτῳ, ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον Κυρίου πᾶς ὁ λαὸς ἐν ῾Ιερουσαλὴμ καὶ οἶκος ᾿Ιούδα. 10 καὶ ἀνεγίνωσκε Βαροὺχ ἐν τῷ βιβλίῳ τοὺς λόγους ῾Ιερεμίου ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ Γαμαρίου, υἱοῦ Σαφὰν τοῦ γραμματέως, ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου Κυρίου τῆς καινῆς καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ. 11 καὶ ἤκουσε Μιχαίας υἱὸς Γαμαρίου υἱοῦ Σαφὰν ἅπαντας τοὺς λόγους Κυρίου ἐκ τοῦ βιβλίου· 12 καὶ κατέβη εἰς οἰκίαν τοῦ βασιλέως, εἰς τὸν οἶκον τοῦ γραμματέως, καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο, ᾿Ελισαμὰ ὁ γραμματεὺς καὶ Δαλαίας υἱὸς Σελεμίου καὶ ᾿Ελνάθαν υἱὸς ᾿Ακχοβὼρ καὶ Γαμαρίας υἱὸς Σαφὰν καὶ Σεδεκίας υἱὸς ᾿Ανανίου καὶ πάντες οἱ ἄρχοντες, 13 καὶ ἀνήγγειλεν αὐτοῖς Μιχαίας πάντας τοὺς λόγους, οὓς ἤκουσεν ἀναγινώσκοντος Βαροὺχ εἰς τὰ ὦτα τοῦ λαοῦ. 14 καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαροὺχ υἱὸν Νηρίου τὸν ᾿Ιουδὶν υἱὸν Ναθανίου, υἱοῦ Σελεμίου, υἱοῦ Χουσί, λέγοντες· τὸ χαρτίον, ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ, λάβε αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἧκε· καὶ ἔλαβε Βαροὺχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς. 15 καὶ εἶπαν αὐτῷ· πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν· καὶ ἀνέγνω Βαρούχ. 16 καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους, συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπον· ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἅπαντας τοὺς λόγους τούτους. 17 καὶ τὸν Βαροὺχ ἠρώτησαν λέγοντες· πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους; 18 καὶ εἶπε Βαρούχ· ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέ μοι ῾Ιερεμίας πάντας τοὺς λόγους τούτους, καὶ ἔγραφον ἐν βιβλίῳ. 19 καὶ εἶπον τῷ Βαρούχ· βάδισον καὶ κατακρύβηθι σὺ καὶ ῾Ιερεμίας· ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς. 20 καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν, καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ ᾿Ελισαμά, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους τούτους. 21 καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν ᾿Ιουδὶν λαβεῖν τὸ χαρτίον, καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου ᾿Ελισαμά· καὶ ἀνέγνω ᾿Ιουδὶν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα. 22 καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ. 23 καὶ ἐγενήθη ἀναγινώσκοντος ᾿Ιουδὶν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπε πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας. 24 καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους. 25 καὶ ᾿Ελνάθαν καὶ Γοθολίας καὶ Γαμαρίας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ μὴ κατακαῦσαι τὸ χαρτίον. 26 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ ῾Ιερεμεὴλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαραίᾳ υἱῷ ᾿Εσριὴλ συλλαβεῖν τὸν Βαροὺχ καὶ τὸν ῾Ιερεμίαν· καὶ κατεκρύβησαν. 27 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον, πάντας τοὺς λόγους, οὓς ἔγραψε Βαροὺχ ἀπὸ στόματος ῾Ιερεμίου λέγων· 28 πάλιν λάβε σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου, οὓς κατέκαυσεν ὁ βασιλεὺς ᾿Ιωακείμ. 29 καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο λέγων· διατί ἔγραψας ἐπ’ αὐτῷ λέγων· εἰσπορευόμενος εἰσπορεύσεται βασιλεὺς Βαβυλῶνος καὶ ἐξολοθρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἐπ’ αὐτῆς ἄνθρωπος καὶ κτήνη; 30 διὰ τοῦτο οὕτως εἶπε Κύριος ἐπὶ ᾿Ιωακεὶμ βασιλέα ᾿Ιούδα· οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυίδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός· 31 καὶ ἐπισκέψομαι ἐπ’ αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ καὶ ἐπάξω ἐπ’ αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικοῦντας ῾Ιερουσαλὴμ καὶ ἐπὶ τὴν γῆν ᾿Ιούδα πάντα τὰ κακά, ἃ ἐλάλησα πρὸς αὐτούς, καὶ οὐκ ἤκουσαν. 32 καὶ ἔλαβε Βαροὺχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ’ αὐτῷ ἀπὸ στόματος ῾Ιερεμίου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου, οὓς κατέκαυσεν ᾿Ιωακείμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι.

ELPENOR IN PRINT

« Previous   JEREMIAH / ΙΕΡΕΜΙΑΣ   Next »

» Home of the Greek Old Testament (Table of Contents)

Random Chapter

      In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »

If you happen to see any inappropriate ad, please send us the offending web address to exclude it from these pages.
Three Millennia of Greek Literature
ELPENOR's Bilingual New Testament
 

Learned Freeware

 

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=44&page=43