Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=4&page=22

Three Millennia of Greek Literature

The Greek Old Testament (Septuagint)

Septuagint Random Chapter  /  The New Testament  



The Greek Old Testament (Septuagint) - Home and Contents

NUMBERS / ΑΡΙΘΜΟΙ

22

1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | 28 | 29 | 30 | 31 | 32 | 33 | 34 | 35 | 36 | Search | Report a typo
1 And the children of Israel departed, and encamped on the west of Moab by Jordan toward Jericho. 2 And when Balac son of Sepphor saw all that Israel did to the Amorite, 3 then Moab feared the people exceedingly because they were many; and Moab was grieved before the face of the children of Israel. 4 And Moab said to the elders of Madiam, Now shall this assembly lick up all that are round about us, as a calf would lick up the green [herbs] of the field:-- and Balac son of Sepphor was king of Moab at that time. 5 And he sent ambassadors to Balaam the son of Beor, to Phathura, which is on a river of the land of the sons of his people, to call him, saying, Behold, a people is come out of Egypt, and behold it has covered the face of the earth, and it has encamped close to me. 6 And now come, curse me this people, for it is stronger than we; if we may be able to smite some of them, and I will cast them out of the land: for I know that whomsoever thou dost bless, they are blessed, and whomsoever thou dost curse, they are cursed. 7 And the elders of Moab went, and the elders of Madiam, and their divining [instruments were] in their hands; and they came to Balaam, and spoke to him the words of Balac. 8 And he said to them, Tarry here the night, and I will answer you the things which the Lord shall say to me; and the princes of Moab stayed with Balaam. 9 And God came to Balaam, and said to him, Who are these men with thee? 10 And Balaam said to God, Balac son of Sepphor, king of Moab, sent them to me, saying, 11 Behold, a people has come forth out of Egypt, and has covered the face of the land, and it has encamped near to me; and now come, curse it for me, if indeed I shall be able to smite it, and cast it out of the land. 12 And God said to Balaam, Thou shalt not go with them, neither shalt thou curse the people; for they are blessed. 13 And Balaam rose up in the morning, and said to the princes of Balac, Depart quickly to your lord; God does not permit me to go with you. 14 And the princes of Moab rose, and came to Balac, and said, Balaam will not come with us. 15 And Balac yet again sent more princes and more honourable than they. 16 And they came to Balaam, and they say to him, Thus says Balac the son of Sepphor: I beseech thee, delay not to come to me. 17 For I will greatly honour thee, and will do for thee whatsoever thou shalt say; come then, curse me this people. 18 And Balaam answered and said to the princes of Balac, If Balac would give me his house full of silver and gold, I shall not be able to go beyond the word of the Lord God, to make it little or great in my mind. 19 And now do ye also tarry here this night, and I shall know what the Lord will yet say to me. 20 And God came to Balaam by night, and said to him, If these men are come to call thee, rise and follow them; nevertheless the word which I shall speak to thee, it shalt thou do. 21 And Balaam rose up in the morning, and saddled his ass, and went with the princes of Moab. 22 And God was very angry because he went; and the angel of the Lord rose up to withstand him. Now he had mounted his ass, and his two servants were with him. 23 And when the ass saw the angel of God standing opposite in the way, and his sword drawn in his hand, then the ass turned aside out of the way, and went into the field; and [Balaam] smote the ass with his staff to direct her in the way. 24 And the angel of the Lord stood in the avenues of the vines, a fence [being] on this side and a fence on that. 25 And when the ass saw the angel of God, she thrust herself against the wall, and crushed Balaam’s foot against the wall, and he smote her again. 26 And the angel of the Lord went farther, and came and stood in a narrow place where it was impossible to turn to the right or the left. 27 And when the ass saw the angel of God, she lay down under Balaam; and Balaam was angry, and struck the ass with his staff. 28 And God opened the mouth of the ass, and she says to Balaam, What have I done to thee, that thou hast smitten me this third time? 29 And Balaam said to the ass, Because thou hast mocked me; and if I [had] had a sword in my hand, I would now have killed thee. 30 And the ass says to Balaam, [Am] not I thine ass on which thou hast ridden since thy youth till this day? did I ever do thus to thee, utterly disregarding [thee]? and he said, No. 31 And God opened the eyes of Balaam, and he sees the angel of the Lord withstanding [him] in the way, and his sword drawn in his hand, and he stooped down and worshiped on his face. 32 And the angel of God said to him, Why hast thou smitten thine ass this third time? and, behold, I came out to withstand thee, for thy way was not seemly before me; and when the ass saw me, she turned away from me this third time. 33 And if she had not turned out of the way, surely now, I should have slain thee, and should have saved her alive. 34 And Balaam said to the angel of the Lord, I have sinned, for I did not know that thou wert standing opposite in the way to meet [me]; and now if it shall not be pleasing to thee [for me to go on], I will return. 35 And the angel of the Lord said to Balaam, Go with the men: nevertheless the word which I shall speak to thee, that thou shalt take heed to speak. And Balaam went with the princes of Balac. 36 And when Balac heard that Balaam was come, he went out to meet him, to a city of Moab, which is on the borders of Arnon, which is on the [extreme] part of the borders. 37 And Balac said to Balaam, Did I not send to thee to call thee? why hast thou not come to me? shall I not indeed be able to honour thee? 38 And Balaam said to Balac, Behold, I am now come to thee: shall I be able to say anything? the word which God shall put into my mouth, that I shall speak. 39 And Balaam went with Balac, and they came to the cities of streets. 40 And Balac offered sheep and calves, and sent to Balaam and to his princes who were with him. 41 And it was morning; and Balac took Balaam, and brought him up to the pillar of Baal, and shewed him thence a part of the people. ΚΑΙ ἀπάραντες οἱ υἱοὶ ᾿Ισραὴλ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν ᾿Ιορδάνην κατὰ ῾Ιεριχώ. 2 καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ πάντα ὅσα ἐποίησεν ᾿Ισραὴλ τῷ ᾿Αμορραίῳ, 3 καὶ ἐφοβήθη Μωὰβ τὸν λαὸν σφόδρα ὅτι πολλοὶ ἦσαν, καὶ προσώχθισε Μωὰβ ἀπὸ προσώπου υἱῶν ᾿Ισραήλ. 4 καὶ εἶπε Μωὰβ τῇ γερουσίᾳ Μαδιάμ· νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ὑμῶν, ὡσεὶ ἐκλείξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου. καὶ Βαλὰκ υἱὸς Σεπφὼρ βασιλεὺς Μωὰβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον. 5 καὶ ἀπέστειλε πρέσβεις πρὸς Βαλαὰμ υἱὸν Βεὼρ Φαθουρά, ὅ ἐστιν ἐπὶ τοῦ ποταμοῦ γῆς υἱῶν λαοῦ αὐτοῦ, καλέσαι αὐτὸν λέγων· ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κατεκάλυψε τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου· 6 καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον, ὅτι ἰσχύει οὗτος ἢ ὑμεῖς· ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν, καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς· ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ, εὐλόγηνται, καὶ οὓς ἐὰν καταράσῃ σύ, κεκατήρανται. 7 καὶ ἐπορεύθη ἡ γερουσία Μωὰβ καὶ ἡ γερουσία Μαδιάμ, καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἦλθον πρὸς Βαλαὰμ καὶ εἶπαν αὐτῷ τὰ ῥήματα Βαλάκ. 8 καὶ εἶπε πρὸς αὐτούς· καταλύσατε αὐτοῦ τὴν νύκτα, καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα, ἃ ἂν λαλήσῃ Κύριος πρός με· καὶ κατέμειναν οἱ ἄρχοντες Μωὰβ παρὰ Βαλαάμ. 9 καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ καὶ εἶπεν αὐτῷ· τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοι; 10 καὶ εἶπε Βαλαὰμ πρὸς τὸν Θεόν· Βαλὰκ υἱὸς Σεπφώρ, βασιλεὺς Μωάβ, ἀπέστειλεν αὐτοὺς πρός με λέγων· 11 ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ κεκάλυφε τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου· καὶ νῦν δεῦρο ἄρασαί μοι αὐτόν, εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς. 12 καὶ εἶπεν ὁ Θεὸς πρὸς Βαλαάμ· οὐ πορεύσῃ μετ’ αὐτῶν, οὐδὲ καταράσῃ τὸν λαόν· ἔστι γὰρ εὐλογημένος. 13 καὶ ἀναστὰς Βαλαὰμ τὸ πρωΐ εἶπε τοῖς ἄρχουσι Βαλάκ· ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν· οὐκ ἀφίησί με ὁ Θεὸς πορεύεσθαι μεθ’ ὑμῶν. 14 καὶ ἀναστάντες οἱ ἄρχοντες Μωὰβ ἦλθον πρὸς Βαλὰκ καὶ εἶπαν· οὐ θέλει Βαλαὰμ πορευθῆναι μεθ’ ἡμῶν. 15 Καὶ προσέθετο Βαλὰκ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων. 16 καὶ ἦλθον πρὸς Βαλαὰμ καὶ λέγουσιν αὐτῷ· τάδε λέγει Βαλὰκ ὁ τοῦ Σεπφώρ· ἀξιῶ σε, μὴ ὀκνήσῃς ἐλθεῖν πρός με· 17 ἐντίμως γὰρ τιμήσω σε, καὶ ὅσα ἐὰν εἴπῃς, ποιήσω σοι· καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον. 18 καὶ ἀπεκρίθη Βαλαὰμ καὶ εἶπε τοῖς ἄρχουσι Βαλάκ· ἐὰν δῷ μοι Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ρῆμα Κυρίου τοῦ Θεοῦ, ποιῆσαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου· 19 καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην, καὶ γνώσομαι τί προσθήσει Κύριος λαλῆσαι πρός με. 20 καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ νυκτὸς καὶ εἶπεν αὐτῷ· εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι, ἀναστὰς ἀκολούθησον αὐτοῖς· ἀλλὰ τὸ ρῆμα, ὃ ἐὰν λαλήσω πρὸς σε, τοῦτο ποιήσεις. 21 καὶ ἀναστὰς Βαλαὰμ τὸ πρωΐ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων Μωάβ. 22 καὶ ὠργίσθη θυμῷ ὁ Θεός, ὅτι ἐπορεύθη αὐτός, καὶ ἀνέστη ὁ ἄγγελος τοῦ Θεοῦ διαβαλεῖν αὐτόν, καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ, καὶ δύο παῖδες αὐτοῦ μετ’ αὐτοῦ. 23 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν ρομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς τὸ πεδίον· καὶ ἐπάταξε τὴν ὄνον ἐν τῇ ράβδῳ αὐτοῦ τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ. 24 καὶ ἔστη ὁ ἄγγελος τοῦ Θεοῦ ἐν ταῖς αὔλαξι τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν· 25 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ προσέθλιψεν ἑαυτὴν πρὸς τὸν τοῖχον καὶ ἀπέθλιψε τὸν πόδα Βαλαὰμ πρὸς τὸν τοῖχον· καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν. 26 καὶ προσέθετο ὁ ἄγγελος τοῦ Θεοῦ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ, εἰς ὃν οὐκ ἦν ἐκκλῖναι δεξιὰν ἢ ἀριστεράν. 27 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ συνεκάθισεν ὑποκάτω Βαλαάμ· καὶ ἐθυμώθη Βαλαὰμ καὶ ἔτυπτε τὴν ὄνον τῇ ράβδῳ. 28 καὶ ἤνοιξεν ὁ Θεὸς τὸ στόμα τῆς ὄνου, καὶ λέγει τῷ Βαλαάμ· τί ἐποίησά σοι ὅτι πέπαικάς με τρίτον τοῦτο; 29 καὶ εἶπε Βαλαὰμ τῇ ὄνῳ· ὅτι ἐμπέπαιχάς μοι· καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρί, ἤδη ἂν ἐξεκέντησά σε. 30 καὶ λέγει ἡ ὄνος τῷ Βαλαάμ· οὐκ ἐγὼ ἡ ὄνος σου, ἐφ’ ἧς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τῆς σήμερον ἡμέρας; μὴ ὑπεροράσει ὑπεριδοῦσα ἐποίησά σοι οὕτως; ὁ δὲ εἶπεν· οὐχί. 31 ἀπεκάλυψε δὲ ὁ Θεὸς τοὺς ὀφθαλμοὺς Βαλαάμ, καὶ ὁρᾷ τὸν ἄγγελον Κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ κύψας προσεκύνησε τῷ προσώπῳ αὐτοῦ. 32 καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ Θεοῦ· διατί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου, 33 καὶ ἰδοῦσά με ἡ ὄνος ἐξέκλινεν ἀπ’ ἐμοῦ τρίτον τοῦτο· καὶ εἰ μὴ ἐξέκλινεν, νῦν οὖν σὲ μὲν ἀπέκτεινα, ἐκείνην δ’ ἂν περιεποιησάμην. 34 καὶ εἶπε Βαλαὰμ τῷ ἀγγέλῳ Κυρίου· ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν· καὶ νῦν εἰ μή σοι ἀρκέσει, ἀποστραφήσομαι. 35 καὶ εἶπεν ὁ ἄγγελος τοῦ Θεοῦ πρὸς Βαλαάμ· συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ρῆμα, ὃ ἐὰν εἴπω πρὸς σε, τοῦτο φυλάξῃ λαλῆσαι. καὶ ἐπορεύθη Βαλαὰμ μετὰ τῶν ἀρχόντων Βαλάκ. 36 Καὶ ἀκούσας Βαλὰκ ὅτι ἥκει Βαλαάμ, ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ, εἰς πόλιν Μωάβ, ἥ ἐστιν ἐπὶ τῶν ὁρίων ᾿Αρνῶν, ὅ ἐστιν ἐκ μέρους τῶν ὁρίων. 37 καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε; διατί οὐκ ἤρχου πρός με; ὄντως οὐ δυνήσομαι τιμῆσαί σε; 38 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· ἰδοὺ ἥκω πρὸς σὲ νῦν· δυνατὸς ἔσομαι λαλῆσαί τι; τὸ ρῆμα, ὃ ἐὰν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω. 39 καὶ ἐπορεύθη Βαλαὰμ μετὰ Βαλάκ, καὶ ἦλθον εἰς πόλεις ἐπαύλεων. 40 καὶ ἔθυσε Βαλὰκ πρόβατα καὶ μόσχους καὶ ἀπέστειλε τῷ Βαλαὰμ καὶ τοῖς ἄρχουσι τοῖς μετ’ αὐτοῦ. 41 καὶ ἐγενήθη πρωΐ καὶ παραλαβὼν Βαλὰκ τὸν Βαλαὰμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βαὰλ καὶ ἔδειξεν αὐτῷ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ.

ELPENOR IN PRINT

« Previous   NUMBERS / ΑΡΙΘΜΟΙ   Next »

» Home of the Greek Old Testament (Table of Contents)

Random Chapter

      In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »

If you happen to see any inappropriate ad, please send us the offending web address to exclude it from these pages.
Three Millennia of Greek Literature
ELPENOR's Bilingual New Testament
 

Learned Freeware

 

Reference address : https://www.ellopos.net/elpenor/greek-texts/septuagint/chapter.asp?book=4&page=22