|
Reference address : http://www.ellopos.net/elpenor/physis/nyssa-man/23.asp |
That He Who Confesses the Beginning of the World's Existence Must Necessarily Also Agree as to Its End
Patrologia Graeca 44.209-12 * Greek Fonts
|
|
Ὅτι ὁ τὴν ἀρχὴν τῆς τοῦ κόσμου συστάσεως ὁμολογῶν͵ ἀναγκαίως καὶ περὶ τοῦ τέλους συνθήσεταιΕἰ δέ τις τὴν νῦν τοῦ κόσμου φορὰν εἱρμῷ τινι διεξαγομένην βλέπων͵ δι' ἦς τὸ χρονικὸν θεωρεῖται διάστημα͵ μὴ ἐνδέχεσθαι λέγοι τὴν προαγγελθεῖσαν τῶν κινουμένων στάσιν γενήσεσθαι, δῆλος ὁ τοιοῦτός ἐστι͵ μηδὲ ἐν ἀρχῇ γεγενῆσθαι παρὰ τοῦ Θεοῦ τὸν οὐρανὸν καὶ τὴν γῆν πιστεύων. Ὁ γὰρ ἀρχὴν τῇ κινήσει διδούς͵ οὐκ ἀμφιβάλλει πάντως καὶ περὶ τέλους, καὶ ὁ τὸ τέλος μὴ προσδεχόμενος͵ οὐδὲ τὴν ἀρχὴν παρεδέξατο. Ἀλλ' ὥσπερ κατηρτίσθαι τοὺς αἰῶνας τῷ ῥήματι νοοῦμεν τοῦ Θεοῦ͵ πιστεύοντες͵ καθώς φησιν ὁ Ἀπόστολος͵ ἐκ τῶν μὴ φαινομένων τὰ βλεπόμενα γεγονέναι, τῇ αὐτῇ πίστει χρησόμεθα περὶ τὸ ῥῆμα τοῦ Θεοῦ͵ τοῦ τὴν ἀναγκαίαν τῶν ὄντων στάσιν προαγορεύσαντος.Τὸ δὲ πῶς͵ ἐξαιρετέον τῆς πολυπραγμοσύνης καὶ γὰρ κἀκεῖ πίστει κατηρτίσθαι τὸ βλεπόμενον ἐκ τῶν μηδέπω φαινομένων κατεδεξάμεθα͵ παραδραμόντες τῶν ἀνεφίκτων τὴν ζήτησιν. Καίτοι περὶ πολλῶν ἡμῖν ὁ λόγος ἀπορεῖν ὑπετίθετο͵ οὐ μικρὰς παρέχων ἀφορμὰς πρὸς τὴν τῶν πεπιστευμένων ἀμφιβολίαν. |
Previous chapter * Index * Next chapter
Reference address : http://www.ellopos.net/elpenor/physis/nyssa-man/23.asp