|
Reference address : http://www.ellopos.net/elpenor/physis/nyssa-man/10.asp |
That the Mind Works by Means of the Senses
Patrologia Graeca 44.152-3 * Greek Fonts
|
|
Ὅτι διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐνεργεῖΟὕτω τοίνυν τοῦ νοῦ διὰ τῆς ὀργανικῆς ταύτης κατασκευῆς ἐν ἡμῖν μουσουργοῦντος τὸν λόγον͵ λογικοὶ γεγόναμεν͵ οὐκ ἄν͵ ὡς οἶμαι͵ ἔχοντες τὴν τοῦ λόγου χάριν͵ εἰ τὸ βαρύ τε καὶ ἐπίπονον τῆς κατὰ τὴν βρῶσιν λατρείας τοῖς χείλεσι πρὸς τὴν χρείαν τοῦ σώματος ἐπορίζομεν. Νυνὶ δὲ τὴν τοιαύτην λειτουργίαν αἱ χεῖρες εἰς ἑαυτὰς μετενέγκασαι͵ εὔθετον τῇ ὑπηρεσίᾳ τοῦ λόγου τὸ στόμα κατέλιπον.Διπλῆ δὲ περὶ τὸ ὄργανον ἡ ἐνέργεια· ἡ μὲν πρὸς ἐργασίαν ἠχῆς͵ ἡ δὲ πρὸς ὑποδοχὴν τῶν ἔξωθεν νοημάτων͵ Καὶ οὐκ ἐπιμίγνυται πρὸς τὴν ἑτέραν ἡ ἄλλη͵ ἀλλὰ παραμένει τῇ ἐνεργείᾳ͵ ἐφ' ᾗ ἐτάχθη παρὰ τῆς φύσεως͵ οὐκ ἐνοχλοῦσα τῇ γείτονι͵ οὔτε τῆς ἀκοῆς λαλούσης͵ οὔτε τῆς φωνῆς ἀκουούσης. Ἡ μὲν γὰρ ἀεί τι πάντως προΐεται͵ ἡ δὲ ἀκοὴ δεχομένη διηνεκῶς οὐκ ἐμπίμπλαται͵ καθώς φησί που Σολομών· |
Previous chapter * Index * Next chapter
Reference address : http://www.ellopos.net/elpenor/physis/nyssa-man/10.asp