|
|
Ignatius Theophorus : MARTYRDOMfrom Ignatius' Epistle to the Romans,
* 4.1-2, translated by A. Roberts and J. Donaldson
Greek Fonts,
St
Ignatius Theophorus Resources, Ignatius Home Page
|
|
Μαρτύριο Ἐγὼ γράφω πάσαις ταῖς ἐκκλησίαις καὶ ἐντέλλομαι πᾶσιν ὅτι ἐγὼ ἑκὼν ὑπὲρ θεοῦ ἀποθνήσκω͵ ἐάνπερ ὑμεῖς μὴ κωλύσητε. Παρακαλῶ ὑμᾶς͵ μὴ εὔνοια ἄκαιρος γένησθέ μοι. Ἄφετέ με θηρίων εἶναι βοράν͵ δι΄ ὧν ἔστιν θεοῦ ἐπιτυχεῖν. Σῖτός εἰμι θεοῦ καὶ δι΄ ὀδόντων θηρίων ἀλήθομαι͵ ἵνα καθαρὸς ἄρτος εὑρεθῶ τοῦ Χριστοῦ. Μᾶλλον κολακεύσατε τὰ θηρία͵ ἵνα μοι τάφος γένωνται καὶ μηθὲν καταλίπωσι τῶν τοῦ σώματός μου͵ ἵνα μὴ κοιμηθεὶς βαρύς τινι γένωμαι. Τότε ἔσομαι μαθητὴς ἀληθῶς Ἰησοῦ Χριστοῦ͵ ὅτε οὐδὲ τὸ σῶμά μου ὁ κόσμος ὄψεται. Λιτανεύσατε τὸν Χριστὸν ὑπὲρ ἐμοῦ͵ ἵνα διὰ τῶν ὀργάνων τούτων θεῷ θυσία εὑρεθῶ. Cf. PETER DAMASCENE : What is true faith? ||| EPISTLE TO DIOGNETUS : Τhe Christian way ||| GREGORY OF NYSSA : The Mystery of the Cross ||| SYMEON THE NEW THEOLOGIAN : Don't put yourself in despair |
Reference address : http://www.ellopos.net/elpenor/greek-texts/fathers/ignatios-martyrdom.asp