|
from Life in Christ,
* Patrologia Graeca150.680-684. Translated by Elpenor
* Greek Fonts *
St
Nicholas Resources
|
ὁ νέος Ἀδὰμ ἀρχέτυπον τοῦ παλαιοῦ Καὶ γὰρ διὰ τὸν καινὸν ἄνθρωπον ἀνθρώπου φύσις συνέστη τὸ ἐξ ἀρχῆς, καὶ νοῦς καὶ ἐπιθυμία πρὸς ἐκεῖνον κατεσκευάσθη. Καὶ λογισμὸν ἐλάβομεν, ἵνα τὸν Χριστὸν γινώσκωμεν, ἐπιθυμίαν, ἵνα πρὸς ἐκεῖνον τρέχωμεν, μνήμην ἔσχομεν, ἵν' ἐκεῖνον φέρωμεν, ἐπεὶ καὶ δημιουργουμένοις αὐτὸς ἀρχέτυπον ἦν. Οὐ γὰρ ὁ παλαιὸς τοῦ καινοῦ, ἀλλ' ὁ νέος Ἀδὰμ τοῦ παλαιοῦ παράδειγμα. (...) Καὶ ὁ μὲν τὴν ἀτελῆ ζωὴν εἰσήνεγκεν, ἣ μυρίων δεῖται βοηθημάτων, ὁ δὲ τῆς ἀθανάτου πατὴρ ἐγένετο τοῖς ἀνθρώποις. Καὶ ἀθανασίαν ἡ φύσις ἠπείγετο μὲν ἐξ ἀρχῆς, ἀφίκετο δὲ ὕστερον ἐπὶ τοῦ Σωτῆρος σώματος, ὅπερ αὐτὸς εἰς τὴν ἀθάνατον ζωὴν ἀπὸ τῶν νεκρῶν ἀναστήσας, ἡγεμὼν ὑπῆρξε τῆς ἀθανασίας τῷ γένει. Καὶ ἵνα τὸ πᾶν εἴπω, τὸν ἀληθινὸν ἄνθρωπον καὶ τέλειον καὶ τρόπων καὶ ζωῆς καὶ τῶν ἄλλων ἕνεκα πάντων πρῶτος καὶ μόνος ἔδειξεν ὁ Σωτήρ. (...) |
|
Reference address : https://www.ellopos.net/elpenor/greek-texts/fathers/cabasilas_newadam.asp